Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Herodotus

Kitap 9

75.1 ἔστι δὲ καὶ ἕτερον Σωφάνεϊ λαμπρὸν ἔργον ἐξεργασμένον, ὅτι περικατημένων Ἀθηναίων Αἴγιναν Εὐρυβάτην τὸν Ἀργεῖον ἄνδρα πεντάεθλον ἐκ προκλήσιος ἐφόνευσε. αὐτὸν δὲ Σωφάνεα χρόνῳ ὕστερον τούτων κατέλαβε ἄνδρα γενόμενον ἀγαθόν, Ἀθηναίων στρατηγέοντα ἅμα Λεάγρῳ τῷ Γλαύκωνος, ἀποθανεῖν ὑπὸ Ἠδωνῶν ἐν Δάτῳ περὶ τῶν μετάλλων τῶν χρυσέων μαχόμενον.
76.1 ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ βάρβαροι, ἐνθαῦτά σφι ἐπῆλθε γυνὴ αὐτόμολος· ἣ ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας, ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω, κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων, καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας, ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην, πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα, ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε.
76.2 ὦ βασιλεῦ Σπάρτης, ῥῦσαί με τὴν ἱκέτιν αἰχμαλώτου δουλοσύνης. σὺ γὰρ καὶ ἐς τόδε ὤνησας, τούσδε ἀπολέσας τοὺς οὔτε δαιμόνων οὔτε θεῶν ὄπιν ἔχοντας. εἰμὶ δὲ γένος μὲν Κῴη, θυγάτηρ δὲ Ἡγητορίδεω τοῦ Ἀνταγόρεω· βίῃ δέ με λαβὼν ἐν Κῷ εἶχε ὁ Πέρσης. ὁ δὲ ἀμείβεται τοῖσιδε.
76.3 γύναι, θάρσεε καὶ ὡς ἱκέτις καὶ εἰ δὴ πρὸς τούτῳ τυγχάνεις ἀληθέα λέγουσα καὶ εἶς θυγάτηρ Ἡγητορίδεω τοῦ Κῴου, ὃς ἐμοὶ ξεῖνος μάλιστα τυγχάνει ἐὼν τῶν περὶ ἐκείνους τοὺς χώρους οἰκημένων. ταῦτα δὲ εἴπας τότε μὲν ἐπέτρεψε τῶν ἐφόρων τοῖσι παρεοῦσι, ὕστερον δὲ ἀπέπεμψε ἐς Αἴγιναν, ἐς τὴν αὐτὴ ἤθελε ἀπικέσθαι.
77.1 μετὰ δὲ τὴν ἄπιξιν τῆς γυναικός, αὐτίκα μετὰ ταῦτα ἀπίκοντο Μαντινέες ἐπʼ ἐξεργασμένοισι· μαθόντες δὲ ὅτι ὕστεροι ἥκουσι τῆς συμβολῆς, συμφορὴν ἐποιεῦντο μεγάλην, ἄξιοί τε ἔφασαν εἶναι σφέας ζημιῶσαι.
77.2 πυνθανόμενοι δὲ τοὺς Μήδους τοὺς μετὰ Ἀρταβάζου φεύγοντας, τούτους ἐδίωκον μέχρι Θεσσαλίης· Λακεδαιμόνιοι δὲ οὐκ ἔων φεύγοντας διώκειν. οἳ δὲ ἀναχωρήσαντες ἐς τὴν ἑωυτῶν τοὺς ἡγεμόνας τῆς στρατιῆς ἐδίωξαν ἐκ τῆς γῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi