Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Herodotus

Kitap 9

16.4 αὐτὸς δὲ θωμάσας τὸν λόγον εἰπεῖν πρὸς αὐτὸν οὐκῶν Μαρδονίῳ τε ταῦτα χρεόν ἐστι λέγειν καὶ τοῖσι μετʼ ἐκεῖνον ἐν αἴνῃ ἐοῦσι Περσέων; τὸν δὲ μετὰ ταῦτα εἰπεῖν ξεῖνε, ὅ τι δεῖ γενέσθαι ἐκ τοῦ θεοῦ ἀμήχανον ἀποτρέψαι ἀνθρώπῳ· οὐδὲ γὰρ πιστὰ λέγουσι ἐθέλει πείθεσθαι οὐδείς.
16.5 ταῦτα δὲ Περσέων συχνοὶ ἐπιστάμενοι ἑπόμεθα ἀναγκαίῃ ἐνδεδεμένοι, ἐχθίστη δὲ ὀδύνη ἐστὶ τῶν ἐν ἀνθρώποισι αὕτη, πολλὰ φρονέοντα μηδενὸς κρατέειν. ταῦτα μὲν Ὀρχομενίου Θερσάνδρου ἤκουον, καὶ τάδε πρὸς τούτοισι, ὡς αὐτὸς αὐτίκα λέγοι ταῦτα πρὸς ἀνθρώπους πρότερον ἢ γενέσθαι ἐν Πλαταιῇσι τὴν μάχην.
17.1 Μαρδονίου δὲ ἐν τῇ Βοιωτίῃ στρατοπεδευομένου οἱ μὲν ἄλλοι παρείχοντο ἅπαντες στρατιὴν καὶ συνεσέβαλον ἐς Ἀθήνας, ὅσοι περ ἐμήδιζον Ἑλλήνων τῶν ταύτῃ οἰκημένων, μοῦνοι δὲ Φωκέες οὐ συνεσέβαλον (ἐμήδιζον γὰρ δὴ σφόδρα καὶ οὗτοι) οὐκ ἑκόντες ἀλλʼ ὑπʼ ἀναγκαίης.
17.2 ἡμέρῃσι δὲ οὐ πολλῇσι μετὰ τὴν ἄπιξιν τὴν ἐς Θήβας ὕστερον ἦλθον αὐτῶν ὁπλῖται χίλιοι, ἦγε δὲ αὐτοὺς Ἁρμοκύδης ἀνὴρ τῶν ἀστῶν δοκιμώτατος. ἐπεὶ δὲ ἀπίκατο καὶ οὗτοι ἐς Θήβας, πέμψας ὁ Μαρδόνιος ἱππέας ἐκέλευσε σφέας ἐπʼ ἑωυτῶν ἐν τῷ πεδίῳ ἵζεσθαι.
17.3 ἐπεὶ δὲ ἐποίησαν ταῦτα, αὐτίκα παρῆν ἵππος ἡ ἅπασα. μετὰ δὲ ταῦτα διεξῆλθε μὲν διὰ τοῦ στρατοπέδου τοῦ Ἑλληνικοῦ τοῦ μετὰ Μήδων ἐόντος φήμη ὡς κατακοντιεῖ σφεας, διεξῆλθε δὲ διʼ αὐτῶν Φωκέων τὠυτὸ τοῦτο.
17.4 ἔνθα δή σφι ὁ στρατηγὸς Ἁρμοκύδης παραίνεε λέγων τοιάδε. ὦ Φωκέες, πρόδηλα γὰρ ὅτι ἡμέας οὗτοι οἱ ἄνθρωποι μέλλουσι προόπτῳ θανάτῳ δώσειν, διαβεβλημένους ὑπὸ Θεσσαλῶν, ὡς ἐγὼ εἰκάζω· νῦν ἄνδρα πάντα τινὰ ὑμέων χρεόν ἐστι γενέσθαι ἀγαθόν· κρέσσον γὰρ ποιεῦντάς τι καὶ ἀμυνομένους τελευτῆσαι τὸν αἰῶνα ἤ περ παρέχοντας διαφθαρῆναι αἰσχίστῳ μόρῳ. ἀλλὰ μαθέτω τις αὐτῶν ὅτι ἐόντες βάρβαροι ἐπʼ Ἕλλησι ἀνδράσι φόνον ἔρραψαν.
18.1 ὃ μὲν ταῦτα παραίνεε· οἱ δὲ ἱππέες ἐπεί σφεας ἐκυκλώσαντο, ἐπήλαυνον ὡς ἀπολέοντες, καὶ δὴ διετείνοντο τὰ βέλεα ὡς ἀπήσοντες, καὶ κού τις καὶ ἀπῆκε. καὶ οἳ ἀντίοι ἔστησαν πάντῃ συστρέψαντες ἑωυτοὺς καὶ πυκνώσαντες ὡς μάλιστα. ἐνθαῦτα οἱ ἱππόται ὑπέστρεφον καὶ ἀπήλαυνον ὀπίσω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi