Thesauros Edebiyat Tarih Constitution of the Lacedaemonians

Constitution of the Lacedaemonians

Constitution of the Lacedaemonians Xenophon
4.5 καὶ αὕτη δὴ γίγνεται ἡ θεοφιλεστάτη τε καὶ πολιτικωτάτη ἔρις, ἐν ᾗ ἀποδέδεικται μὲν ἃ δεῖ ποιεῖν τὸν ἀγαθόν, χωρὶς δʼ ἑκάτεροι ἀσκοῦσιν ὅπως ἀεὶ κράτιστοι ἔσονται, ἐὰν δέ τι δέῃ, καθʼ ἕνα ἀρήξουσι τῇ πόλει παντὶ σθένει ἄν.
4.6 ἀνάγκη δʼ αὐτοῖς καὶ εὐεξίας ἐπιμελεῖσθαι. καὶ γὰρ πυκτεύουσι διὰ τὴν ἔριν ὅπου ἂν συμβάλωσι· διαλύειν μέντοι τοὺς μαχομένους πᾶς ὁ παραγενόμενος κύριος. ἢν δέ τις ἀπειθῇ τῷ διαλύοντι, ἄγει αὐτὸν ὁ παιδονόμος ἐπὶ τοὺς ἐφόρους· οἱ δὲ ζημιοῦσι μεγαλείως, καθιστάναι βουλόμενοι εἰς τὸ μήποτε ὀργὴν τοῦ μὴ πείθεσθαι τοῖς νόμοις κρατῆσαι.
4.7 τοῖς γε μὴν τὴν ἡβητικὴν ἡλικίαν πεπερακόσιν, ἐξ ὧν ἤδη καὶ αἱ μέγισται ἀρχαὶ καθίστανται, οἱ μὲν ἄλλοι Ἕλληνες ἀφελόντες αὐτῶν τὸ ἰσχύος ἔτι ἐπιμελεῖσθαι στρατεύεσθαι ὅμως αὐτοῖς ἐπιτάττουσιν, ὁ δὲ Λυκοῦργος τοῖς τηλικούτοις νόμιμον ἐποίησε κάλλιστον εἶναι τὸ θηρᾶν, εἰ μή τι δημόσιον κωλύοι, ὅπως δύναιντο καὶ οὗτοι μηδὲν ἧττον τῶν ἡβώντων στρατιωτικοὺς πόνους ὑποφέρειν.
5.1 ἃ μὲν οὖν ἑκάστῃ ἡλικίᾳ ἐνομοθέτησεν ὁ Λυκοῦργος ἐπιτηδεύματα σχεδὸν εἴρηται· οἵαν δὲ καὶ πᾶσι δίαιταν κατεσκεύασε, νῦν πειράσομαι διηγεῖσθαι.
5.2 Λυκοῦργος τοίνυν παραλαβὼν τοὺς Σπαρτιάτας ὥσπερ τοὺς ἄλλους Ἕλληνας οἴκοι σκηνοῦντας, γνοὺς ἐν τούτοις πλεῖστα ῥᾳδιουργεῖσθαι, εἰς τὸ φανερὸν ἐξήγαγε τὰ συσκήνια, οὕτως ἡγούμενος ἥκιστʼ ἂν παραβαίνεσθαι τὰ προσταττόμενα.
5.3 καὶ σῖτόν γε ἔταξεν αὐτοῖς ὡς μήτε ὑπερπληροῦσθαι μήτε ἐνδεεῖς γίγνεσθαι. πολλὰ δὲ καὶ παράλογα γίγνεται ἀπὸ τῶν ἀγρευομένων· οἱ δὲ πλούσιοι ἔστιν ὅτε καὶ ἄρτον ἀντιπαραβάλλουσιν· ὥστε οὔτε ἔρημός ποτε ἡ τράπεζα βρωτῶν γίγνεται, ἔστʼ ἂν διασκηνῶσιν, οὔτε πολυδάπανος.
5.4 καὶ μὴν τοῦ πότου ἀποπαύσας τὰς οὐκ ἀναγκαίας πόσεις, αἳ σφάλλουσι μὲν σώματα, σφάλλουσι δὲ γνώμας, ἐφῆκεν ὁπότε διψῴη ἕκαστος πίνειν, οὕτω νομίζων ἀβλαβέστατόν τε καὶ ἥδιστον ποτὸν γίγνεσθαι. οὕτω γε μὴν συσκηνούντων πῶς ἄν τις ἢ ὑπὸ λιχνείας ἢ οἰνοφλυγίας ἢ αὑτὸν ἢ οἶκον διαφθείρειεν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi