Thesauros Edebiyat Tarih On the Cavalry Commander

On the Cavalry Commander

On the Cavalry Commander Xenophon
5.5 ὅταν μέντοι βούλῃ τοὺς ἱππέας πολλοὺς φαίνεσθαι, ἓν μὲν πρῶτον ὑπαρχέτω, ἤνπερ ἐγχωρῇ, μὴ ἐγγὺς τῶν πολεμίων ἐγχειρεῖν ἐξαπατᾶν· καὶ γὰρ ἀσφαλέστερον τὸ πρόσω καὶ ἀπατητικώτερον. ἔπειτα δὲ χρὴ εἰδέναι ὅτι ἁθρόοι μὲν ἵπποι πολλοὶ φαίνονται διὰ τὸ μέγεθος τοῦ ζῴου, διασπειρόμενοι δʼ εὐαρίθμητοι γίγνονται.
5.6 ἔτι δʼ ἂν πλέον σοι τὸ ἱππικὸν τοῦ ὄντος φαίνοιτο, εἰ τοὺς ἱπποκόμους εἰς τοὺς ἱππέας ἐνισταίης μάλιστα μὲν δόρατα, εἰ δὲ μή, ὅμοια δόρασιν ἔχοντας, ἤν τε ἑστηκὸς ἐπιδεικνύῃς τὸ ἱππικὸν ἤν τε παράγῃς· ἀνάγκη γὰρ τὸν ὄγκον τῆς τάξεως οὕτω μείζω τε καὶ πυκνότερον φαίνεσθαι.
5.7 ἢν δʼ αὖ τοὺς πολλοὺς ὀλίγους βούλῃ δοκεῖν εἶναι, ἢν μέν σοι χωρία ὑπάρχῃ οἷα συγκρύπτειν, δῆλον ὅτι τοὺς μὲν ἐν τῷ φανερῷ ἔχων, τοὺς δʼ εἰς τὸ ἄδηλον ἀποκρύπτων κλέπτοις ἂν τοὺς ἱππέας· ἢν δὲ πᾶν καταφανὲς ᾖ τὸ χωρίον, δεκάδας χρὴ στοιχούσας ποιήσαντα διαλειπούσας παράγειν, καὶ τοὺς μὲν πρὸς τῶν πολεμίων ἱππέας ἑκάστης δεκάδος ὀρθὰ τὰ δόρατα ἔχειν, τοὺς δʼ ἄλλους ταπεινὰ καὶ μὴ ὑπερφανῆ.
5.8 φοβεῖν γε μὴν τοὺς πολεμίους καὶ ψευδενέδρας οἷόν τε καὶ ψευδοβοηθείας καὶ ψευδαγγελίας ποιοῦντα. θαρσοῦσι δὲ μάλιστα πολέμιοι, ὅταν ὄντα τοῖς ἐναντίοις πράγματα καὶ ἀσχολίας πυνθάνωνται.
5.9 τούτων δὲ γεγραμμένων μηχανᾶσθαι αὐτὸν χρὴ πρὸς τὸ παρὸν ἀεὶ ἀπατᾶν· ὄντως γὰρ οὐδὲν κερδαλεώτερον ἀπάτης ἐν πολέμῳ.
5.10 ὁπότε γὰρ καὶ οἱ παῖδες, ὅταν παίζωσι ποσίνδα, δύνανται ἀπατᾶν προΐσχοντες ὥστε ὀλίγους τʼ ἔχοντες πολλοὺς δοκεῖν ἔχειν καὶ πολλοὺς προέχοντες ὀλίγους φαίνεσθαι ἔχειν, πῶς οὐκ ἄνδρες γε τῷ ἐξαπατᾶν προσέχοντες τὸν νοῦν δύναιντʼ ἂν τοιαῦτα μηχανᾶσθαι;
5.11 καὶ ἐνθυμούμενος δʼ ἂν τὰ ἐν τοῖς πολέμοις πλεονεκτήματα εὕροι ἄν τις τὰ πλεῖστα καὶ μέγιστα σὺν ἀπάτῃ γεγενημένα. ὧν ἕνεκα ἢ οὐκ ἐγχειρητέον ἄρχειν ἢ τοῦτο σὺν τῇ ἄλλῃ παρασκευῇ καὶ παρὰ θεῶν αἰτητέον δύνασθαι ποιεῖν καὶ αὐτῷ μηχανητέον.
5.12 οἷς δὲ θάλαττα πρόσεστιν, ἀπατητικὸν καὶ τὸ πλοῖα παρασκευαζόμενον πεζῇ τι πρᾶξαι καὶ τὸ πεζῇ προσποιούμενον ἐπιβουλεύειν κατὰ θάλατταν ἐπιχειρῆσαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi