Thesauros Edebiyat Tarih On the Art of Horsemanship

On the Art of Horsemanship

On the Art of Horsemanship Xenophon
5.9 τήν γε μὴν τῶν σκελῶν κατάπλυσιν ἀφαιροῦμεν· ὠφελεῖ μὲν γὰρ οὐδέν, βλάπτει δὲ τὰς ὁπλὰς ἡ καθʼ ἑκάστην ἡμέραν βρέξις. καὶ τὴν ὑπὸ γαστέρα δὲ ἄγαν κάθαρσιν μειοῦν χρή· αὕτη γὰρ λυπεῖ μὲν μάλιστα τὸν ἵππον, ὅσῳ δʼ ἂν καθαρώτερα ταῦτα γένηται, τοσούτῳ πλείω τὰ λυποῦντα ἁθροίζει ὑπὸ τὴν γαστέρα·
5.10 ἢν δὲ καὶ πάνυ διαπονήσηταί τις ταῦτα, οὐ φθάνει τʼ ἐξαγόμενος ὁ ἵππος καὶ εὐθὺς ὅμοιός ἐστι τοῖς ἀκαθάρτοις. ταῦτα μὲν οὖν ἐᾶν χρή· ἀρκεῖ δὲ καὶ ἡ τῶν σκελῶν ψῆξις αὐταῖς ταῖς χερσὶ γιγνομένη.
6.1 δηλώσομεν δὲ καὶ τοῦτο, ὡς ἂν ἀβλαβέστατα μέν τις ἑαυτῷ, τῷ δʼ ἵππῳ ὠφελιμώτατα τὰ πρόσθεν ψήχοι. ἢν μὲν γὰρ ἐς τὸ αὐτὸ βλέπων τῷ ἵππῳ καθαίρῃ, κίνδυνος καὶ τῷ γόνατι καὶ τῇ ὁπλῇ εἰς τὸ πρόσωπον πληγῆναι·
6.2 ἢν δὲ ἀντία τῷ ἵππῳ ὁρῶν καὶ ἔξω τοῦ σκέλους, ὅταν καθαίρῃ, κατὰ τὴν ὠμοπλάτην καθίζων ἀποτρίβῃ, οὕτω πάθοι μὲν ἂν οὐδέν, δύναιτο δʼ ἂν καὶ τὴν χελιδόνα τοῦ ἵππου θεραπεύειν ἀναπτύσσων τὴν ὁπλήν. ὡς δʼ αὔτως καὶ τὰ ὄπισθεν σκέλη καθαιρέτω.
6.3 εἰδέναι δὲ χρὴ τὸν περὶ τὸν ἵππον ὅτι καὶ ταῦτα καὶ τἆλλα πάντα ὅσα πράττειν δεῖ ὡς ἥκιστα χρὴ κατὰ τὸ πρόσωπόν τε καὶ οὐρὰν ἀντίον ἑαυτὸν ποιήσαντα προσιέναι· ἢν γὰρ ἐπιχειρῇ ἀδικεῖν, κατʼ ἀμφότερα ταῦτα κρείττων ὁ ἵππος ἀνθρώπου. ἐκ πλαγίου δʼ ἄν τις προσιὼν ἀβλαβέστατα μὲν ἑαυτῷ, πλεῖστα δʼ ἂν ἵππῳ δύναιτο χρῆσθαι.
6.4 ἐπειδὰν δὲ ἄγειν δέῃ τὸν ἵππον, τὴν μὲν ὄπισθεν ἀγωγὴν διὰ τάδε οὐκ ἐπαινοῦμεν, ὅτι τῷ μὲν ἄγοντι οὕτως ἥκιστα ἔστι φυλάξασθαι, τῷ δὲ ἵππῳ οὕτως μάλιστα ἔξεστι ποιῆσαι ὅ τι ἂν βούληται.
6.5 τὸ δʼ αὖ ἔμπροσθεν μακρῷ τῷ ἀγωγεῖ προϊόντα διδάσκειν ὑφηγεῖσθαι τὸν ἵππον διὰ τάδε αὖ ψέγομεν· ἔξεστι μὲν γὰρ τῷ ἵππῳ καθʼ ὁπότερʼ ἂν βούληται τῶν πλαγίων κακουργεῖν, ἔξεστι δὲ ἀναστρεφόμενον ἀντίον γίγνεσθαι τῷ ἄγοντι.
6.6 ἁθρόοι δὲ δὴ ἵπποι πῶς ἄν ποτε ἀλλήλων δύναιντο ἀπέχεσθαι οὕτως ἀγόμενοι; ἐκ πλαγίου δὲ ἵππος ἐθισθεὶς παράγεσθαι ἥκιστα μὲν ἂν καὶ ἵππους καὶ ἀνθρώπους δύναιτʼ ἂν κακουργεῖν, κάλλιστα δʼ ἂν παρεσκευασμένος τῷ ἀναβάτῃ εἴη καὶ εἴ ποτε ἐν τάχει ἀναβῆναι δεήσειεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi