Kitap 1
87.8
τινὲς δέ φασιν ἐν τοῖς ἀρχαίοις χρόνοις ἱέρακα βιβλίον ἐνεγκεῖν εἰς Θήβας τοῖς ἱερεῦσι φοινικῷ ῥάμματι περιειλημένον, ἔχον γεγραμμένας τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμάς· διὸ καὶ τοὺς ἱερογραμματεῖς φορεῖν φοινικοῦν ῥάμμα καὶ πτερὸν ἱέρακος ἐπὶ τῆς κεφαλῆς.
87.9
τὸν δʼ ἀετὸν Θηβαῖοι τιμῶσι διὰ τὸ βασιλικὸν εἶναι δοκεῖν τοῦτο τὸ ζῷον καὶ τοῦ Διὸς ἄξιον.
88.1
τὸν δὲ τράγον ἀπεθέωσαν, καθάπερ καὶ παρὰ τοῖς Ἕλλησι τετιμῆσθαι λέγουσι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ὑπάρχον ἀρχέγονον τῆς τῶν ζῴων φύσεως.
88.2
καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερωκέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως· τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατʼ Αἴγυπτον τούτῳ τῷ θεῷ πρῶτον μυεῖσθαι.
88.3
καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρʼ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας· τὸ γὰρ ζῷον τοῦτο παραδεδόσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνεργέστατον· ἐκείνοις οὖν διὰ ταύτης τῆς ἐμφάσεως χάριν ἀποδιδόναι περὶ τῆς πολυτεκνίας τῆς ἑαυτῶν.
88.4
τοὺς δὲ ταύρους τοὺς ἱερούς, λέγω δὲ τόν τε Ἆπιν καὶ τὸν Μνεῦιν, τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, Ὀσίριδος καταδείξαντος, ἅμα μὲν διὰ τὴν τῆς γεωργίας χρείαν, ἅμα δὲ καὶ διὰ τὸ τῶν εὑρόντων τοὺς καρποὺς τὴν δόξαν ταῖς τούτων ἐργασίαις παραδόσιμον γεγονέναι τοῖς μεταγενεστέροις εἰς ἅπαντα τὸν αἰῶνα. τοὺς δὲ πυρροὺς βοῦς συγχωρηθῆναι θύειν διὰ τὸ δοκεῖν τοιοῦτον τῷ χρώματι γεγονέναι Τυφῶνα τὸν ἐπιβουλεύσαντα μὲν Ὀσίριδι, τυχόντα δὲ τιμωρίας ὑπὸ τῆς Ἴσιδος διὰ τὸν τἀνδρὸς φόνον.