Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

94.3 δεύτερον δὲ νομοθέτην Αἰγύπτιοί φασι γενέσθαι Σάσυχιν, ἄνδρα συνέσει διαφέροντα. τοῦτον δὲ πρὸς τοῖς ὑπάρχουσι νόμοις ἄλλα τε προσθεῖναι καὶ τὰ περὶ τὴν τῶν θεῶν τιμὴν ἐπιμελέστατα διατάξαι, εὑρετὴν δὲ καὶ γεωμετρίας γενέσθαι καὶ τὴν περὶ τῶν ἄστρων θεωρίαν τε καὶ παρατήρησιν διδάξαι τοὺς ἐγχωρίους.
94.4 τρίτον δὲ λέγουσι Σεσόωσιν τὸν βασιλέα μὴ μόνον τὰς πολεμικὰς πράξεις ἐπιφανεστάτας κατεργάσασθαι τῶν κατʼ Αἴγυπτον, ἀλλὰ καὶ περὶ τὸ μάχιμον ἔθνος νομοθεσίαν συστήσασθαι, καὶ τὰ ἀκόλουθα τὰ περὶ τὴν στρατείαν σύμπαντα διακοσμῆσαι.
94.5 τέταρτον δὲ νομοθέτην φασὶ γενέσθαι Βόκχοριν τὸν βασιλέα, σοφόν τινα καὶ πανουργίᾳ διαφέροντα. τοῦτον οὖν διατάξαι τὰ περὶ τοὺς βασιλεῖς ἅπαντα καὶ τὰ περὶ τῶν συμβολαίων ἐξακριβῶσαι· γενέσθαι δʼ αὐτὸν καὶ περὶ τὰς κρίσεις οὕτω συνετὸν ὥστε πολλὰ τῶν ὑπʼ αὐτοῦ διαγνωσθέντων διὰ τὴν περιττότητα μνημονεύεσθαι μέχρι τῶν καθʼ ἡμᾶς χρόνων. λέγουσι δʼ αὐτὸν ὑπάρξαι τῷ μὲν σώματι παντελῶς ἀσθενῆ, τῷ δὲ τρόπῳ πάντων φιλοχρηματώτατον.
95.1 μετὰ δὲ τοῦτον προσελθεῖν λέγουσι τοῖς νόμοις Ἄμασιν τὸν βασιλέα, ὃν ἱστοροῦσι τὰ περὶ τοὺς νομάρχας διατάξαι καὶ τὰ περὶ τὴν σύμπασαν οἰκονομίαν τῆς Αἰγύπτου. παραδέδοται δὲ συνετός τε γεγονέναι καθʼ ὑπερβολὴν καὶ τὸν τρόπον ἐπιεικὴς καὶ δίκαιος· ὧν ἕνεκα καὶ τοὺς Αἰγυπτίους αὐτῷ περιτεθεικέναι τὴν ἀρχὴν οὐκ ὄντι γένους βασιλικοῦ.
95.2 φασὶ δὲ καὶ τοὺς Ἠλείους, σπουδάζοντας περὶ τὸν Ὀλυμπικὸν ἀγῶνα, πρεσβευτὰς ἀποστεῖλαι πρὸς αὐτὸν ἐρωτήσοντας πῶς ἂν γένοιτο δικαιότατος· τὸν δʼ εἰπεῖν, ἐὰν μηδεὶς Ἠλεῖος ἀγωνίζηται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi