Kitap 1
18.5
αὐτὸς δὲ τοὺς ἀρίστους τῶν στρατιωτῶν ἀναλαβὼν ἧκεν ἐπὶ τὴν πόλιν, καὶ τῶν Ἱμεραίων τοὺς ἐπεξιόντας τρεψάμενος καὶ πολλοὺς ἀνελὼν κατεπλήξατο τοὺς ἐν τῇ πόλει. διὸ καὶ Θήρων ὁ Ἀκραγαντίνων δυνάστης, ἔχων δύναμιν ἱκανὴν καὶ παραφυλάττων τὴν Ἱμέραν, φοβηθεὶς εὐθὺς ἀπέστειλεν εἰς τὰς Συρακούσας, ἀξιῶν τὸν Γέλωνα βοηθεῖν τὴν ταχίστην.
21.4
εἰ δέ τις χώρα τὸ φυτὸν τῆς ἀμπέλου μὴ προσδέχοιτο, διδάξαι τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας τε καὶ δυνάμεως.
19.4
γενομένης δὲ ἱππομαχίας καὶ τῶν Θετταλῶν ἱππέων πλεονεκτούντων διὰ τὰς ἀρετὰς οἱ περὶ τὸν Ἀντίπατρον ἐπήγαγον τὴν ἰδίαν φάλαγγα καὶ τοῖς πεζοῖς τῶν πολεμίων ἐπιρράξαντες πολὺν ἐποιοῦντο φόνον. οἱ δʼ Ἕλληνες τὸ βάρος καὶ τὸ πλῆθος τῶν πολεμίων οὐ δυνάμενοι φέρειν εὐθὺς ἀπεχώρησαν πρὸς τὰς δυσχωρίας, τηροῦντες τὰς τάξεις ἐπιμελῶς. διὸ καὶ δραξάμενοι τόπων ὑπερδεξίων ῥᾳδίως ἠμύναντο τοὺς Μακεδόνας, ὑπερδέξιον ἔχοντες τὴν στάσιν.
21.1
ὁ δὲ Γέλων καὶ αὐτὸς ἡτοιμακὼς ἦν τὴν δύναμιν, πυθόμενος δὲ τὴν τῶν Ἱμεραίων ἀθυμίαν ἀνέζευξεν ἐκ τῶν Συρακουσῶν κατὰ σπουδήν, ἔχων πεζοὺς μὲν οὐκ ἐλάττους τῶν πεντακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς πεντακισχιλίους. διανύσας δὲ ταχέως τὴν ὁδὸν καὶ πλησιάσας τῇ πόλει τῶν Ἱμεραίων, ἐποίησε θαρρεῖν τοὺς πρότερον καταπεπληγμένους τὰς τῶν Καρχηδονίων δυνάμεις.
21.5
ἐπανελθόντα δʼ εἰς τὴν Αἴγυπτον συναποκομίσαι δῶρά τε πανταχόθεν τὰ κράτιστα καὶ διὰ τὸ μέγεθος τῶν εὐεργεσιῶν συμπεφωνημένην λαβεῖν παρὰ πᾶσι τὴν ἀθανασίαν καὶ τὴν ἴσην τοῖς οὐρανίοις τιμήν.
16.5
οἱ δὲ τῶν Ἑλλήνων ἱππεῖς ἐπὶ τοῦ προτερήματος ὄντες, ὡς ἔγνωσαν τὴν τῶν πεζῶν ἀποχώρησιν, εὐθὺς πρὸς ἐκείνους ἀφίππευσαν. τότε μὲν οὖν τοῦτον τὸν τρόπον ἀγωνισάμενοι διελύθησαν, ῥεπούσης τῆς νίκης πρὸς τοὺς Μακεδόνας· ἀπέθανον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων πλείους τῶν πεντακοσίων, τῶν δὲ Μακεδόνων ἑκατὸν καὶ τριάκοντα.