Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

18.4 ὁ δὲ φιλανθρώπως αὐτοῖς προσενεχθεὶς συνεχώρησεν ἔχειν τήν τε πόλιν καὶ τὰς κτήσεις καὶ τἄλλα πάντα· τὴν δὲ πολιτείαν μετέστησεν ἐκ τῆς δημοκρατίας καὶ προσέταξεν ἀπὸ τιμήσεως εἶναι τὸ πολίτευμα καὶ τοὺς μὲν κεκτημένους πλείω δραχμῶν δισχιλίων κυρίους εἶναι τοῦ πολιτεύματος καὶ τῆς χειροτονίας, τοὺς δὲ κατωτέρω τῆς τιμήσεως ἅπαντας ὡς ταραχώδεις ὄντας καὶ πολε μικοὺς ἀπήλασε τῆς πολιτείας καὶ τοῖς βουλομένοις χώραν ἔδωκεν εἰς κατοίκησιν ἐν τῇ Θρᾴκῃ.
19.4 τοῦ δὲ Γέλωνος παραγγείλαντος μηδένα ζωγρεῖν, πολὺς ἐγένετο φόνος τῶν φευγόντων, καὶ πέρας κατεκόπησαν αὐτῶν οὐκ ἐλάττους τῶν πεντεκαίδεκα μυριάδων. οἱ δὲ λοιποὶ φυγόντες ἐπί τινα τόπον ἐρυμνὸν τὸ μὲν πρῶτον ἠμύνοντο τοὺς βιαζομένους,ἄνυδρον δὲ κατειληφότες τόπον καὶ τῷ δίψει πιεζόμενοι ἠναγκάσθησαν ἑαυτοὺς παραδοῦναι τοῖς κρατοῦσι.
22.7 βουλομένην δὲ τὴν Ἶσιν καὶ τῷ λυσιτελεῖ προτρέψασθαι τοὺς ἱερεῖς ἐπὶ τὰς προειρημένας τιμάς, τὸ τρίτον μέρος τῆς χώρας αὐτοῖς δοῦναι πρὸς τὰς τῶν θεῶν θεραπείας τε καὶ λειτουργίας.
18.5 οὗτοι μὲν οὖν ὄντες πλείους τῶν δις1μυρίων καὶ δισχιλίων μετεστάθησαν ἐκ τῆς πατρίδος, οἱ δὲ τὴν ὡρισμένην τίμησιν ἔχοντες περὶ ἐννακισχιλίους ἀπεδείχθησαν κύριοι τῆς τε πόλεως καὶ χώρας καὶ κατὰ τοὺς Σόλωνος νόμου ἐπολιτεύοντο· πάντες δὲ τὰς οὐσίας εἰάθησαν ἔχειν ἀναφαιρέτους. φρούραρχον δὲ Μένυλλον καὶ φρουρὰν ἠναγκάσθησαν δέξασθαι τὴν οὐκ ἐπιτρέψουσαν οὐδενὶ νεωτερίζειν.
20.5 Γέλων δὲ ἐπιφανεστάτῃ μάχῃ νικήσας, καὶ ταύτην κατωρθωκὼς μάλιστα διὰ τῆς ἰδίας στρατηγίας, περιβόητον ἔσχε τὴν δόξαν οὐ μόνον παρὰ τοῖς Σικελιώταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν·
22.8 τοὺς δʼ ἱερεῖς λέγεται, μνημονεύοντας τῶν Ὀσίριδος εὐεργεσιῶν καὶ τῇ παρακαλούσῃ βουλομένους χαρίζεσθαι, πρὸς δὲ τούτοις τῷ λυσιτελεῖ προκληθέντας,
21.6 περὶ δὲ τῆς Σάμου τὴν ἀναφορὰν ἐπὶ τοὺς βασιλεῖς ἐποιήσαντο. Ἀθηναῖοι μὲν οὖν παρʼ ἐλπίδα φιλανθρωπευθέντες ἔτυχον τῆς εἰρήνης καὶ τὸ λοιπὸν ἀταράχως πολιτευόμενοι καὶ τὴν χώραν ἀδεῶς καρπούμενοι ταχὺ ταῖς οὐσίαις προσανέδραμον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi