Kitap 1
23.6
διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὴν νῆσον ταύτην ἄβατον εἶναι τοῖς παριοῦσι. καὶ πάντας τοὺς τὴν Θηβαΐδα κατοικοῦντας, ἥπερ ἐστὶν ἀρχαιοτάτη τῆς Αἰγύπτου, μέγιστον ὅρκον κρίνειν, ὅταν τις τὸν Ὄσιριν τὸν ἐν Φίλαις κείμενον ὀμόσῃ. τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον, τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσι διὰ τὸ μηδένα τῶν συνεργησάντων αὐτὸ λαβεῖν βουληθῆναι, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων· ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμᾶν καταδεῖξαι καὶ κατὰ τὰς τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμότατον ποιῆσαι καὶ πλείστου σεβασμοῦ τυγχάνειν.
20.1
οὕτω δὲ τῶν πραγμάτων τῷ Θίβρωνι προχωρούντων ἡ τύχη ταχὺ μεταβαλοῦσα ἐταπείνωσεν αὐτὸν διὰ τοιαύτας αἰτίας. τῶν ἡγεμόνων τῶν παρʼ αὐτῷ τις Κρὴς μὲν τὸ γένος, ὄνομα δὲ Μνασικλῆς, ἐμπειρίαν δʼ ἔχων τῶν πολεμικῶν πράξεων διηνέχθη πρὸς αὐτόν, ἐγκαλέσας μὲν περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, καὶ φύσει ταραχώδης ὢν καὶ θρασὺς ηὐτομόλησε πρὸς τοὺς Κυρηναίους.
21.2
αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον. πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν· τοσοῦτον γὰρ παρʼ αὐτοῖς τῶν ἡλωκότων ἦν τὸ πλῆθος, ὥστε πολλοὺς τῶν ἰδιωτῶν παρʼ αὐτοῖς ἔχειν δεσμώτας πεντακοσίους. συνεβάλετο γὰρ αὐτοῖς πρὸς τὸ πλῆθος τῶν αἰχμαλώτων οὐ μόνον ὅτι πολλοὺς στρατιώτας ἀπεσταλκότες ἦσαν ἐπὶ τὴν μάχην, ἀλλὰ καὶ διότι γενομένης τῆς τροπῆς πολλοὶ τῶν φευγόντων εἰς τὴν μεσόγειον ἀνεχώρησαν, μάλιστα δὲ εἰς τὴν Ἀκραγαντίνων, ὧν ἁπάντων ὑπὸ τῶν Ἀκραγαντίνων ζωγρηθέντων ἔγεμεν ἡ πόλις τῶν ἑαλωκότων.
28.7
διὸ καὶ τοὺς Ἕλληνας, ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτάς, τιμᾶν τοῦτο τὸ μόριον ἔν τε τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν.