Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

28.6 εὑρεῖν δʼ αὐτὴν καὶ τὸ τῆς ἀθανασίας φάρμακον, διʼ οὗ τὸν υἱὸν Ὧρον, ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα καὶ νεκρὸν εὑρεθέντα καθʼ ὕδατος, μὴ μόνον ἀναστῆσαι, δοῦσαν τὴν ψυχήν,
22.8 Περδίκκας δὲ νυκτὸς διελθούσης ἔδωκε τοῖς στρατιώταις τὴν πόλιν εἰς διαρπαγήν. οὗτοι δὲ τὴν φλόγα κατασβέσαντες πολὺν ἄργυρόν τε καὶ χρυσόν εὗρον, ὡς ἂν πόλεως γεγενημένης εὐδαίμονος ἐκ πολλῶν χρόνων.
29.3 ὁ δὲ ὅρκος ἦν τοιοῦτος· οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας, οὐδὲ καταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων πάντας θάψω, καὶ κρατήσας τῷ πολέμῳ τῶν βαρβάρων οὐδεμίαν τῶν ἀγωνισαμένων πόλεων ἀνάστατον ποιήσω, καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων οὐδὲν ἀνοικοδομήσω, ἀλλʼ ὑπόμνημα τοῖς ἐπιγινομένοις ἐάσω καὶ καταλείψω τῆς τῶν βαρβάρων ἀσεβείας.
28.7 ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν. δοκεῖ δʼ ὕστατος τῶν θεῶν οὗτος βασιλεῦσαι μετὰ τὴν τοῦ πατρὸς Ὀσίριδος ἐξ ἀνθρώπων μετάστασιν. τὸν δὲ Ὧρον μεθερμηνευόμενόν φασιν Ἀπόλλωνα ὑπάρχειν, καὶ τήν τε ἰατρικὴν καὶ τὴν μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα διὰ τῶν χρησμῶν καὶ τῶν θεραπειῶν εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος.
23.1 μετὰ δὲ τὴν ἀπώλειαν τῶν πόλεων ἧκον δύο γυναῖκες εἰς συνοικισμὸν τῷ Περδίκκᾳ, Νίκαιά τε ἡ Ἀντιπάτρου θυγάτηρ, ἣν αὐτὸς ὁ Περδίκκας ἦν μεμνηστευκώς, καὶ Κλεοπάτρα ἡ Ἀλεξάνδρου μὲν ἀδελφὴ γνησία, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου.
26.4 τὸν δὲ ὅρκον ὀμόσαντες ἐπορεύθησαν ἐπὶ τὴν Βοιωτίαν διὰ τοῦ Κιθαιρῶνος, καὶ πρὸς τὰς ὑπωρείας καταντήσαντες πλησίον τῶν Ἐρυθρῶν, αὐτοῦ κατεστρατοπέδευσαν. ἡγεῖτο δὲ τῶν μὲν Ἀθηναίων Ἀριστείδης, τῶν δὲ συμπάντων Παυσανίας, ἐπίτροπος ὢν τοῦ Λεωνίδου παιδός.
26.1 οἱ δʼ ἱερεῖς τῶν Αἰγυπτίων τὸν χρόνον ἀπὸ τῆς Ἡλίου βασιλείας συλλογιζόμενοι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως εἰς τὴν Ἀσίαν φασὶν ὑπάρχειν ἐτῶν μάλιστά πως δισμυρίων καὶ τρισχιλίων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi