Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

23.1 κατὰ δὲ τούτους τοὺς καιροὺς Ἀντίπατρος καὶ Κρατερὸς ἐπὶ τοὺς Αἰτωλοὺς ἐστράτευσαν, ἔχοντες πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους καὶ πεντακοσίους· οὗτοι γὰρ τῶν ἐν τῷ Λαμιακῷ πολέμῳ διαπολεμησάντων ὑπόλοιποι διέμενον ἀχείρωτοι.
30.3 τέλος δὲ τῶν Ἑλλήνων οἱ μὲν ἄλλοι πάντες τοὺς καθʼ αὑτοὺς ταχθέντας τῶν βαρβάρων ἐτρέψαντο, μόνοι δὲ Μεγαρεῖς πρός τε τὸν ἵππαρχον καὶ τοὺς ἀρίστους τῶν Περσῶν ἱππεῖς ἀνθεστῶτες, καὶ πιεζόμενοι τῇ μάχῃ, τὴν μὲν τάξιν οὐ κατέλιπον, πρὸς δὲ τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους πέμψαντές τινας ἐξ αὐτῶν ᾔτουν κατὰ τάχος βοηθῆσαι.
29.4 διόπερ τῶν ἐτῶν τριακονθημέρων ὄντων οὐκ ἀδύνατον εἶναι βεβιωκέναι τινὰς ἔτη χίλια καὶ διακόσια· καὶ γὰρ νῦν δωδεκαμήνων ὄντων τῶν ἐνιαυτῶν οὐκ ὀλίγους ὑπὲρ ἑκατὸν ἔτη ζῆν.
23.2 οἱ δὲ Αἰτωλοὶ τηλικούτων δυνάμεων ἐπʼ αὐτοὺς ὡρμημένων οὐ κατεπλάγησαν ταῖς ψυχαῖς, ἀλλὰ τοὺς μὲν ἀκμάζοντας ταῖς ἡλικίαις ἀθροίσαντες εἰς μυρίους κατέφυγον εἰς τοὺς ὀρεινοὺς καὶ τραχεῖς τόπους, εἰς οὓς τέκνα καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας καὶ τὸ τῶν χρημάτων πλῆθος ἀπέθεντο, καὶ τὰς μὲν ἀνωχύρους πόλεις ἐξέλιπον, τὰς δὲ ὀχυρότητι διαφερούσας φρουραῖς ἀξιολόγοις διαλαβόντες εὐτόλμως ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.
30.4 Ἀριστείδου δὲ τοὺς περὶ αὐτὸν τῶν Ἀθηναίων ταχέως ἀποστείλαντος τοὺς ἐπιλέκτους, συστραφέντες οὗτοι καὶ προσπεσόντες τοῖς βαρβάροις τοὺς μὲν Μεγαρεῖς ἐξείλοντο τῶν κινδύνων τῶν ἐπικειμένων, τῶν δὲ Περσῶν αὐτόν τε τὸν ἵππαρχον καὶ πολλοὺς ἄλλους ἀποκτείναντες τοὺς λοιποὺς ἐτρέψαντο. οἱ μὲν οὖν Ἕλληνες, ὡσπερεί τινι προαγῶνι λαμπρῶς προτερήσαντες, εὐέλπιδες ἐγένοντο περὶ τῆς ὁλοσχεροῦς νίκης· μετὰ δὲ ταῦτα ἐκ τῆς ὑπωρείας μετεστρατοπέδευσαν εἰς ἕτερον τόπον εὐθετώτερον πρὸς τὴν ὁλοσχερῆ νίκην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi