Kitap 1
36.8
ὡσαύτως δὲ πάλιν εἰς τοὐναντίον μεταβαλὼν τὸν ἴσον χρόνον καθʼ ἡμέραν ἐκ τοῦ κατʼ ὀλίγον ταπεινοῦται, μέχρι ἂν εἰς τὴν προϋπάρξασαν ἀφίκηται τάξιν. καὶ τῆς μὲν χώρας οὔσης πεδιάδος, τῶν δὲ πόλεων καὶ τῶν κωμῶν, ἔτι δὲ τῶν ἀγροικιῶν κειμένων ἐπὶ χειροποιήτων χωμάτων, ἡ πρόσοψις ὁμοία γίνεται ταῖς Κυκλάσι νήσοις.
36.9
τῶν δὲ χερσαίων θηρίων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ περιληφθέντα διαφθείρεται βαπτιζόμενα, τινὰ δʼ εἰς τοὺς μετεωροτέρους ἐκφεύγοντα τόπους διασώζεται, τὰ δὲ βοσκήματα κατὰ τὸν τῆς ἀναβάσεως χρόνον ἐν ταῖς κώμαις καὶ ταῖς ἀγροικίαις διατρέφεται, προπαρασκευαζομένης αὐτοῖς τῆς τροφῆς.
36.10
οἱ δʼ ὄχλοι πάντα τὸν τῆς πληρώσεως χρόνον ἀπολελυμένοι τῶν ἔργων εἰς ἄνεσιν τρέπονται, συνεχῶς ἑστιώμενοι καὶ πάντων τῶν πρὸς ἡδονὴν ἀνηκόντων ἀνεμποδίστως ἀπολαύοντες.
36.11
διὰ δὲ τὴν ἀγωνίαν τὴν ἐκ τῆς ἀναβάσεως τοῦ ποταμοῦ γινομένην κατεσκεύασται Νειλοσκοπεῖον ὑπὸ τῶν βασιλέων ἐν τῇ Μέμφει· ἐν τούτῳ δὲ τὴν ἀνάβασιν ἀκριβῶς ἐκμετροῦντες οἱ τὴν τούτου διοίκησιν ἔχοντες ἐξαποστέλλουσιν εἰς τὰς πόλεις ἐπιστολάς, διασαφοῦντες πόσους πήχεις ἢ δακτύλους ἀναβέβηκεν ὁ ποταμὸς καὶ πότε τὴν ἀρχὴν πεποίηται τῆς ἐλαττώσεως.
36.12
διὰ δὲ τοῦ τοιούτου τρόπου τῆς μὲν ἀγωνίας ἀπολύεται πᾶς ὁ λαός, πυθόμενος τὴν τῆς αὐξήσεως εἰς τοὐναντίον μεταβολήν, τὸ δὲ πλῆθος τῶν ἐσομένων καρπῶν εὐθὺς ἅπαντες προεπεγνώκασιν, ἐκ πολλῶν χρόνων τῆς παρατηρήσεως ταύτης παρὰ τοῖς Αἰγυπτίοις ἀκριβῶς ἀναγεγραμμένης.
37.1
μεγάλης δʼ οὔσης ἀπορίας περὶ τῆς τοῦ ποταμοῦ πληρώσεως, ἐπικεχειρήκασι πολλοὶ τῶν τε φιλοσόφων καὶ τῶν ἱστορικῶν ἀποδιδόναι τὰς ταύτης αἰτίας, περὶ ὧν ἐν κεφαλαίοις ἐροῦμεν, ἵνα μήτε μακρὰς ποιώμεθα τὰς παρεκβάσεις μήτε ἄγραφον τὸ παρὰ πᾶσιν ἐπιζητούμενον ἀπολείπωμεν.