Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

30.5 μετὰ δὲ ταῦτα παρέστησαν τὴν τοῦτο κομιοῦσαν ἁρμάμαξαν, ἧς κατεσκεύαστο κατὰ μὲν τὴν κορυφὴν καμάρα χρυσῆ, ἔχουσα φολίδα λιθοκόλλητον, ἧς ἦν τὸ μὲν πλάτος ὀκτὼ πηχῶν, τὸ δὲ μῆκος δώδεκα, ὑπὸ δὲ τὴν ὑπωροφίαν παρʼ ὅλον τὸ ἔργον θριγκὸς χρυσοῦς, τῷ σχήματι τετράγωνος, ἔχων τραγελάφων προτομὰς ἐκτύπους, ἐξ ὧν ἤρτηντο κρίκοι χρυσοῖ διπάλαιστοι, διʼ ὧν κατακεκρέμαστο στέμμα πομπικόν, χρώμασι παντοδαποῖς διαπρεπῶς κατηνθισμένον.
33.1 τοιοῦτον δὲ πέρας τῆς μάχης λαβούσης, οἱ μὲν Ἕλληνες τοὺς πεσόντας ἔθαψαν, ὄντας πλείους τῶν μυρίων. διελόμενοι δὲ τὰ λάφυρα κατὰ τὸν τῶν στρατιωτῶν ἀριθμὸν τὴν περὶ τῶν ἀριστείων κρίσιν ἐποιήσαντο, καὶ Ἀριστείδου κελεύσαντος ἔκριναν ἀριστεῦσαι πόλιν μὲν Σπάρτην, ἄνδρα δὲ Παυσανίαν τὸν Λακεδαιμόνιον. Ἀρτάβαζος δʼ ἔχων τῶν φευγόντων Περσῶν εἰς τετρακισμυρίους, καὶ διὰ τῆς Φωκίδος εἰς Μακεδονίαν πορευθείς, ὀξυτάταις πορείαις ἐχρῆτο, καὶ ἐσώθη μετὰ τῶν στρατιωτῶν εἰς τὴν Ἀσίαν.
30.6 ἐπὶ δὲ τῶν ἄκρων ὑπῆρχε θύσανος δικτυωτός, ἔχων εὐμεγέθεις κώδωνας, ὥστʼ ἐκ πολλοῦ διαστήματος προσπίπτειν τὸν ψόφον τοῖς ἐγγίζουσι. κατὰ δὲ τὰς τῆς καμάρας γωνίας ἐφʼ ἑκάστης ἦν πλευρᾶς Νίκη χρυσῆ τροπαιοφόρος. τὸ δʼ ἐκδεχόμενον τὴν καμάραν περίστυλον χρυσοῦν ὑπῆρχεν, ἔχον Ἰωνικὰ κιονόκρανα. ἐντὸς δὲ τοῦ περιστύλου δίκτυον ἦν χρυσοῦν, τὸ πάχος τῇ πλοκῇ δακτυλιαῖον καὶ πίνακας παραλλήλους ζῳοφόρους τέσσαρας ἴσους τοῖς τοίχοις ἔχον.
29.2 οἱ δʼ Ἕλληνες ἐκ τῶν λαφύρων δεκάτην ἐξελόμενοι κατεσκεύασαν χρυσοῦν τρίποδα, καὶ ἀνέθηκαν εἰς Δελφοὺς χαριστήριον τῷ θεῷ, ἐπιγράψαντες ἐλεγεῖον τόδε, Ἑλλάδος εὐρυχόρου σωτῆρες τόνδʼ ἀνέθηκαν, δουλοσύνης στυγερᾶς ῥυσάμενοι πόλιας. Simonides fr. 102 (Diehl)ἐπέγραψαν δὲ καὶ τοῖς ἐν Θερμοπύλαις ἀποθανοῦσι Λακεδαιμονίοις κοινῇ μὲν ἅπασι τόδε, μυριάσιν ποτὲ τῇδε διηκοσίαις ἐμάχοντο ἐκ Πελοποννήσου χιλιάδες τέτορες, Simonides fr. 91 (Diehl)ἰδίᾳ δὲ αὐτοῖς τόδε, ὦ ξεῖνʼ, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις. Simonides fr. 92 (Diehl)

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi