Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

39.12 ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν Ἀσίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον, ἐν ᾗ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον οὐδὲν θεωρεῖται γινόμενον.
39.13 ὁμοίως δὲ τούτῳ περὶ μὲν τὴν Ἀκαρνανίαν ὁ καλούμενος Ἀχελῷος ποταμός, περὶ δὲ τὴν Βοιωτίαν ὁ Κηφισὸς φερόμενος ἐκ τῶν Φωκέων προσκέχωκεν οὐκ ὀλίγην χώραν, ἐφʼ ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τὸ ψεῦδος τοῦ συγγραφέως. ἀλλὰ γὰρ οὐκ ἄν τις παρʼ Ἐφόρῳ ζητήσειεν ἐκ παντὸς τρόπου τἀκριβές, ὁρῶναὐτὸν ἐν πολλοῖς ὠλιγωρηκότα τῆς ἀληθείας.
40.1 τῶν δʼ ἐν Μέμφει τινὲς φιλοσόφων ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ἀνεξέλεγκτον μᾶλλον ἢ πιθανήν,
40.2 ᾗ πολλοὶ συγκατατέθεινται. διαιρούμενοι γὰρ τὴν γῆν εἰς τρία μέρη φασὶν ὑπάρχειν ἓν μὲν τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην, ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ μὲν κεῖσθαι τούτων, ὑπάρχειν δὲ διὰ καῦμα ἀοίκητον.
40.3 εἰ μὲν οὖν ὁ Νεῖλος ἀνέβαινε κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ἂν ὑπῆρχεν ὡς ἐκ τῆς καθʼ ἡμᾶς ζώνης λαμβάνει τὴν ἐπίρρυσιν διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρʼ ἡμῖν τὰς ἐπομβρίας· ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατʼ ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθʼ ἡμᾶς οἰκουμένην φέρεσθαι.
40.4 διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος· διὰ γὰρ τῆς κατακεκαυμένης αὐτὸν ῥέοντα καθέψεσθαι, καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε φύσει τοῦ πυρώδους πᾶν τὸ ὑγρὸν ἀπογλυκαίνοντος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi