Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

50.4 τὸ μὲν οὖν περίβολον τῆς πόλεως ἐποίησε σταδίων ἑκατὸν καὶ πεντήκοντα, τὴν δʼ ὀχυρότητα καὶ τὴν εὐχρηστίαν θαυμαστήν, τοιῷδέ τινι τρόπῳ κατασκευάσας.
50.5 ῥέοντος γὰρ τοῦ Νείλου περὶ τὴν πόλιν καὶ κατὰ τὰς ἀναβάσεις ἐπικλύζοντος, ἀπὸ μὲν τοῦ νότου προεβάλετο χῶμα παμμέγεθες, πρὸς μὲν τὴν πλήρωσιν τοῦ ποταμοῦ προβλήματος, πρὸς δὲ τοὺς ἀπὸ τῆς γῆς πολεμίους ἀκροπόλεως ἔχον τάξιν· ἐκ δὲ τῶν ἄλλων μερῶν πανταχόθεν ὤρυξε λίμνην μεγάλην καὶ βαθεῖαν, ἣ τὸ σφοδρὸν τοῦ ποταμοῦ δεχομένη καὶ πάντα τὸν περὶ τὴν πόλιν τόπον πληροῦσα, πλὴν ᾗ τὸ χῶμα κατεσκεύαστο,
50.6 θαυμαστὴν ἐποίει τὴν ὀχυρότητα. οὕτω δὲ καλῶς ὁ κτίσας αὐτὴν ἐστοχάσατο τῆς τῶν τόπων εὐκαιρίας ὥστε τοὺς ἑξῆς βασιλεῖς σχεδὸν ἅπαντας καταλιπόντας τὰς Θήβας τά τε βασίλεια καὶ τὴν οἴκησιν ἐν ταύτῃ ποιεῖσθαι. διόπερ ἀπὸ τούτων τῶν χρόνων ἤρξατο ταπεινοῦσθαι μὲν τὰ περὶ τὰς Θήβας, αὔξεσθαι δὲ τὰ περὶ τὴν Μέμφιν, ἕως Ἀλεξάνδρου τοῦ βασιλέως· τούτου γὰρ ἐπὶ θαλάττῃ τὴν ἐπώνυμον αὐτῷ πόλιν οἰκίσαντος οἱ κατὰ τὸ ἑξῆς βασιλεύσαντες τῆς Αἰγύπτου πάντες ἐφιλοτιμήθησαν εἰς τὴν ταύτης αὔξησιν.
50.7 οἱ μὲν γὰρ βασιλείοις μεγαλοπρεπέσιν, οἱ δὲ νεωρίοις καὶ λιμέσιν, οἱ δʼ ἑτέροις ἀναθήμασι καὶ κατασκευάσμασιν ἀξιολόγοις ἐπὶ τοσοῦτον ἐκόσμησαν αὐτὴν ὥστε παρὰ τοῖς πλείστοις πρώτην ἢ δευτέραν ἀριθμεῖσθαι τῶν κατὰ τὴν οἰκουμένην πόλεων. ἀλλὰ περὶ μὲν ταύτης τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀναγράψομεν.
51.1 ὁ δὲ τὴν Μέμφιν κτίσας μετὰ τὴν τοῦ χώματος καὶ τῆς λίμνης κατασκευὴν ᾠκοδόμησε βασίλεια τῶν μὲν παρὰ τοῖς ἄλλοις οὐ λειπόμενα, τῆς δὲ τῶν προβασιλευσάντων μεγαλοψυχίας καὶ φιλοκαλίας οὐκ ἄξια.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi