Kitap 1
21.2
παραλαβεῖν δʼ ἐπὶ τὴν στρατείαν καὶ τὸν Πᾶνα, διαφερόντως ὑπὸ τῶν Αἰγυπτίων τιμώμενον· τούτῳ γὰρ τοὺς ἐγχωρίους οὐ μόνον ἀγάλματα πεποιηκέναι κατὰ πᾶν ἱερόν, ἀλλὰ καὶ πόλιν ἐπώνυμον κατὰ τὴν Θηβαΐδα, καλουμένην μὲν ὑπὸ τῶν ἐγχωρίων Χεμμώ, μεθερμηνευομένην δὲ Πανὸς πόλιν. συνέπεσθαι δὲ καὶ τῆς γεωργίας ἐμπειρίαν ἔχοντας, τῆς μὲν περὶ τὴν ἄμπελον φυτείας Μάρωνα, τοῦ δὲ κατὰ τὸν σῖτον σπόρου καὶ τῆς ὅλης συγκομιδῆς Τριπτόλεμον.
15.2
Αἰγινῆται δὲ καὶ Μεγαρεῖς τὸ δεξιὸν κέρας ἀνεπλήρουν· οὗτοι γὰρ ἐδόκουν εἶναι ναυτικώτατοι μετὰ τοὺς Ἀθηναίους καὶ μάλιστα φιλοτιμήσεσθαι διὰ τὸ μόνους τῶν Ἑλλήνων μηδεμίαν ἔχειν καταφυγήν, εἴ τι συμβαίη πταῖσμα κατὰ τὴν ναυμαχίαν· τὴν δὲ μέσην τάξιν ἐπεῖχε τὸ λοιπὸν τῶν Ἑλλήνων πλῆθος. οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον συνταχθέντες ἐξέπλευσαν, καὶ τὸν πόρον μεταξὺ Σαλαμῖνος καὶ Ἡρακλείου κατεῖχον·
21.3
πάντων δʼ εὐτρεπῶν γενομένων τὸν Ὄσιριν, εὐξάμενον τοῖς θεοῖς θρέψειν τὴν κόμην μέχρι ἂν εἰς Αἴγυπτον ἀνακάμψῃ, τὴν πορείαν ποιεῖσθαι διʼ Αἰθιοπίας· διʼ ἣν αἰτίαν μέχρι τῶν νεωτέρων χρόνων ἐνισχῦσαι τὸ περὶ τῆς κόμης νόμιμον παρʼ Αἰγυπτίοις, καὶ τοὺς ποιουμένους τὰς ἀποδημίας μέχρι τῆς εἰς οἶκον ἀνακομιδῆς κομοτροφεῖν.
15.3
ὁ δὲ βασιλεὺς τῷ μὲν ναυάρχῳ προσέταξεν ἐπιπλεῖν τοῖς πολεμίοις, αὐτὸς δʼ εἰς τὸν ἐναντίον τόπον τῆς Σαλαμῖνος παρῆλθεν, ἐξ οὗ θεωρεῖν ἦν τὴν ναυμαχίαν γινομένην.
21.4
ὄντι δʼ αὐτῷ περὶ τὴν Αἰθιοπίαν ἀχθῆναι λέγουσι πρὸς αὐτὸν τὸ τῶν Σατύρων γένος, οὕς φασιν ἐπὶ τῆς ὀσφύος ἔχειν κόμας. εἶναι γὰρ τὸν Ὄσιριν φιλογέλωτά τε καὶ χαίροντα μουσικῇ καὶ χοροῖς· διὸ καὶ περιάγεσθαι πλῆθος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾅδειν καὶ κατὰ τὰ ἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας· τούτων δʼ ἡγεῖσθαι τὸν Ἀπόλλωνα λέγουσιν, ἀφʼ οὗ καὶ Μουσηγέτην αὐτὸν ὠνομάσθαι.
15.4
οἱ δὲ Πέρσαι τὸ μὲν πρῶτον πλέοντες διετήρουν τὴν τάξιν, ἔχοντες πολλὴν εὐρυχωρίαν· ὡς δʼ εἰς τὸ στενὸν ἦλθον, ἠναγκάζοντο τῶν νεῶν τινας ἀπὸ τῆς τάξεως ἀποσπᾶν, καὶ πολὺν ἐποίουν θόρυβον.