Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

56.2 πρῶτον μὲν γὰρ ἀπὸ θεῶν ἀρξάμενος ᾠκοδόμησεν ἐν πάσαις ταῖς κατʼ Αἴγυπτον πόλεσιν ἱερὸν θεοῦ τοῦ μάλιστα παρʼ ἑκάστοις τιμωμένου. πρὸς δὲ τὰς ἐργασίας τῶν μὲν Αἰγυπτίων οὐδένα παρέλαβε, διʼ αὐτῶν δὲ τῶν αἰχμαλώτων ἅπαντα κατεσκεύασε· διόπερ ἐπὶ πᾶσι τοῖς ἱεροῖς ἐπέγραψεν ὡς οὐδεὶς ἐγχώριος εἰς αὐτὰ μεμόχθηκε.
56.3 λέγεται δὲ τῶν αἰχμαλώτων τοὺς ἐκ τῆς Βαβυλωνίας ἁλόντας ἀποστῆναι τοῦ βασιλέως, μὴ δυναμένους φέρειν τὰς ἐν τοῖς ἔργοις ταλαιπωρίας· οὓς καταλαβομένους παρὰ τὸν ποταμὸν χωρίον καρτερὸν διαπολεμεῖν τοῖς Αἰγυπτίοις καὶ τὴν σύνεγγυς χώραν καταφθείρειν, τέλος δὲ δοθείσης ἀδείας αὐτοῖς κατοικῆσαι τὸν τόπον, ὃν καὶ ἀπὸ τῆς πατρίδος Βαβυλῶνα προσαγορεῦσαι.
56.4 δι’ αἰτίας δὲ παραπλησίους φασὶν ὠνομάσθαι καὶ τὴν Τροίαν τὴν ἔτι καὶ νῦν οὖσαν παρὰ τὸν Νεῖλον· τὸν μὲν γὰρ Μενέλαον ἐξ Ἰλίου πλέοντα μετὰ πολλῶν αἰχμαλώτων παραβαλεῖν εἰς Αἴγυπτον, τοὺς δὲ Τρῶας ἀποστάντας αὐτοῦ καταλαβέσθαι τινὰ τόπον καὶ διαπολεμῆσαι μέχρι ὅτου συγχωρηθείσης αὐτοῖς τῆς ἀσφαλείας ἔκτισαν πόλιν, ἣν ὁμώνυμον αὐτοὺς ποιῆσαι τῇ πατρίδι.
56.5 οὐκ ἀγνοῶ δʼ ὅτι περὶ τῶν εἰρημένων πόλεων Κτησίας ὁ Κνίδιος διαφόρως ἱστόρησε, φήσας τῶν μετὰ Σεμιράμιδος παραβαλόντων εἰς Αἴγυπτόν τινας ἐκτικέναι ταύτας, ἀπὸ τῶν ἰδίων πατρίδων θεμένους τὴν προσηγορίαν.
56.6 περὶ δὲ τούτων τὸ μὲν ἀληθὲς ἐκθέσθαι μετὰ ἀκριβείας οὐ ῥᾴδιον, τὸ δʼ ἀναγραφῆς ἀξιῶσαι τὰ διαφωνούμενα παρὰ τοῖς συγγραφεῦσιν ἀναγκαῖον, ὅπως ἀκέραιος ἡ περὶ τῆς ἀληθείας κρίσις ἀπολείπηται. τοῖς ἀναγινώσκουσιν.
57.1 ὁ δʼ οὖν Σεσόωσις χώματα πολλὰ καὶ μεγάλα κατασκευάσας τὰς πόλεις εἰς ταῦτα μετῴκισεν, ὅσαι μὴ φυσικῶς τὸ ἔδαφος ἐτύγχανον ἐπηρμένον ἔχουσαι, ὅπως κατὰ τὰς πληρώσεις τοῦ ποταμοῦ καταφυγὰς ἔχωσιν ἀκινδύνους οἵ τε ἄνθρωποι καὶ τὰ κτήνη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi