Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

63.8 ἐπιχειροῦσι δέ τινες τῶν Αἰγυπτίων τερατολογεῖν ὑπὲρ τούτων, λέγοντες ὡς ἐξ ἁλῶν%5 καὶ νίτρου τῶν χωμάτων γεγονότων ἐπαφεθεὶς ὁ ποταμὸς ἔτηξεν αὐτὰ καὶ παντελῶς ἠφάνισεν ἄνευ τῆς χειροποιήτου πραγματείας.
63.9 οὐ μὴν καὶ τἀληθὲς οὕτως ἔχει, διὰ δὲ τῆς πολυχειρίας τῆς τὰ χώματα βαλούσης πάλιν τὸ πᾶν ἔργον εἰς τὴν προϋπάρχουσαν ἀποκατεστάθη τάξιν· τριάκοντα μὲν γὰρ καὶ ἓξ μυριάδες ἀνδρῶν, ὥς φασι, ταῖς τῶν ἔργων λειτουργίαις προσήδρευσαν, τὸ δὲ πᾶν κατασκεύασμα τέλος ἔσχε μόγις ἐτῶν εἴκοσι διελθόντων
64.1 τελευτήσαντος δὲ τοῦ βασιλέως τούτου διεδέξατο τὴν ἀρχὴν ὁ ἀδελφὸς Κεφρὴν καὶ ἦρξεν ἔτη ἓξ πρὸς τοῖς πεντήκοντα· ἔνιοι δέ φασιν οὐκ ἀδελφόν, ἀλλʼ υἱὸν παραλαβεῖν τὴν ἀρχήν, ὀνομαζόμενον Χαβρύην.
64.2 συμφωνεῖται δὲ παρὰ πᾶσιν ὅτι ζηλώσας ὁ διαδεξάμενος τὴν τοῦ προβασιλεύσαντος προαίρεσιν κατεσκεύασε τὴν δευτέραν πυραμίδα, τῇ μὲν κατὰ τὴν χειρουργίαν τέχνῃ παραπλησίαν τῇ προειρημένῃ, τῷ δὲ μεγέθει πολὺ λειπομένην, ὡς ἂν τῆς ἐν τῇ βάσει πλευρᾶς ἑκάστης οὔσης σταδιαίας,
64.3 ἐπιγέγραπται δʼ ἐπὶ τῆς μείζονος τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων, ὡς εἰς λάχανα καὶ συρμαίαν τοῖς ἐργάταις μηνύεται διὰ τῆς γραφῆς. τάλαντα δεδαπανῆσθαι πλείω τῶν χιλίων καὶ ἑξακοσίων.
64.4 ἡ δʼ ἐλάττων ἀνεπίγραφος μέν ἐστιν, ἀνάβασιν δʼ ἔχει διὰ μιᾶς τῶν πλευρῶν ἐγκεκολαμμένην. τῶν δὲ βασιλέων τῶν κατασκευασάντων αὐτὰς ἑαυτοῖς τάφους συνέβη μηδέτερον αὐτῶν ταῖς πυραμίσιν ἐνταφῆναι·
64.5 τὰ γὰρ πλήθη διά τε ταλαιπωρίαν τὴν ἐν τοῖς ἔργοις καὶ διὰ τὸ τούτους τοὺς βασιλεῖς ὠμὰ καὶ βίαια πολλὰ πρᾶξαι διʼ ὀργῆς εἶχε τοὺς αἰτίους, καὶ τὰ σώματα ἠπείλει διασπάσειν καὶ μεθʼ ὕβρεως ἐκρίψειν ἐκ τῶν τάφων·
64.6 διὸ καὶ τελευτῶν ἑκάτερος ἐνετείλατο τοῖς προσήκουσιν ἐν ἀσήμῳ τόπῳ καὶ λάθρᾳ θάψαι τὸ σῶμα. μετὰ δὲ τούτους ἐγένετο βασιλεὺς Μυκερῖνος, ὅν τινες Μεγχερῖνον ὀνομάζουσιν, υἱὸς ὢν τοῦ ποιήσαντος τὴν προτέραν πυραμίδα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi