Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 1

64.7 οὗτος δʼ ἐπιβαλόμενος τρίτην κατασκευάζειν, πρότερον ἐτελεύτησε πρὶν ἢ τὸ πᾶν ἔργον λαβεῖν συντέλειαν. τῆς μὲν γὰρ βάσεως ἑκάστην πλευρὰν ὑπεστήσατο πλέθρων τριῶν, τοὺς δὲ τοίχους ἐπὶ μὲν πεντεκαίδεκα δόμους κατεσκεύασεν ἐκ μέλανος λίθου τῷ Θηβαϊκῷ παραπλησίου, τὸ δὲ λοιπὸν ἀνεπλήρωσεν ἐκ λίθων ὁμοίων ταῖς ἄλλαις πυραμίσιν.
64.8 τῷ δὲ μεγέθει λειπόμενον τοῦτο τὸ ἔργον τῶν προειρημένων τῇ κατὰ τὴν χειρουργίαν τέχνῃ πολὺ διαλλάττει καὶ τῇ τοῦ λίθου πολυτελείᾳ· ἐπιγέγραπται δὲ κατὰ τὴν βόρειον αὐτῆς πλευρὰν ὁ κατασκευάσας αὐτὴν Μυκερῖνος.
64.9 τοῦτον δέ φασι μισήσαντα τὴν τῶν προβασιλευσάντων ὠμότητα ζηλῶσαι βίον ἐπιεικῆ καὶ πρὸς τοὺς ἀρχομένους εὐεργετικόν, καὶ ποιεῖν αὐτὸν συνεχῶς ἄλλα τε πλείω διʼ ὧν ἦν μάλιστα ἐκκαλέσασθαι τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν, καὶ κατὰ τοὺς χρηματισμοὺς ἀναλίσκειν χρημάτων πλῆθος, διδόντα δωρεὰς τῶν ἐπιεικῶν τοῖς δοκοῦσιν ἐν ταῖς κρίσεσι μὴ κατὰ τρόπον ἀπαλλάττειν.
64.10 εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς πυραμίδες, ὧν ἑκάστη μὲν πλευρὰ πλεθριαία ὑπάρχει, τὸ δʼ ὅλον ἔργον παραπλήσιον τῇ κατασκευῇ ταῖς ἄλλαις πλὴν τοῦ μεγέθους· ταύτας δέ φασι τοὺς προειρημένους τρεῖς βασιλεῖς ταῖς ἰδίαις κατασκευάσαι γυναιξίν.
64.11 ὁμολογεῖται δὲ ταῦτα τὰ ἔργα πολὺ προέχειν τῶν κατʼ Αἴγυπτον οὐ μόνον τῷ βάρει τῶν κατασκευασμάτων καὶ ταῖς δαπάναις, ἀλλὰ καὶ τῇ φιλοτεχνίᾳ τῶν ἐργασαμένων.
64.12 καί φασι δεῖν θαυμάζειν μᾶλλον τοὺς ἀρχιτέκτονας τῶν ἔργων ἢ τοὺς βασιλεῖς τοὺς παρασχομένους τὰς εἰς ταῦτα χορηγίας· τοὺς μὲν γὰρ ταῖς ἰδίαις ψυχαῖς καὶ ταῖς φιλοτιμίαις, τοὺς δὲ τῷ κληρονομηθέντι πλούτῳ καὶ ταῖς ἀλλοτρίαις κακουχίαις ἐπὶ τέλος ἀγαγεῖν τὴν προαίρεσιν.
64.13 περὶ δὲ τῶν πυραμίδων οὐδὲν ὅλως οὔτε παρὰ τοῖς ἐγχωρίοις οὔτε παρὰ τοῖς συγγραφεῦσι συμφωνεῖται· οἱ μὲν γὰρ τοὺς προειρημένους βασιλεῖς κατασκευάσαι φασὶν αὐτάς, οἱ δὲ ἑτέρους τινάς· οἷον τὴν μὲν μεγίστην ποιῆσαι λέγουσιν Ἀρμαῖον, τὴν δὲ δευτέραν Ἄμωσιν, τὴν δὲ τρίτην Ἰναρῶν.
64.14 ταύτην δʼ ἔνιοι λέγουσι Ῥοδώπιδος τάφον εἶναι τῆς ἑταίρας, ἧς φασι τῶν νομαρχῶν τινας ἐραστὰς γενομένους διὰ φιλοστοργίαν ἐπιτελέσαι κοινῇ τὸ κατασκεύασμα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi