Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 11

7.2 συνηγορήσαντος δʼ αὐτοῖς Ἀλκιβιάδου Λακεδαιμόνιοι μὲν ψηφισάμενοι βοηθεῖν τοῖς Συρακοσίοις στρατηγὸν εἵλοντο Γύλιππον, Κορίνθιοι δὲ πλείονας μὲν τριήρεις παρεσκευάζοντο πέμπειν, τότε δὲ μετὰ Γυλίππου Πύθην μετὰ δύο τριήρων προαπέστειλαν εἰς Σικελίαν.
48.3 αὐτοὶ μὲν γὰρ εἰδότες τὰ κατακεκρυμμένα τῶν ὑδάτων, καὶ ταῦτʼ ἀνοίγοντες, χρῶνται δαψιλέσι ποτοῖς· οἱ δὲ τούτους ἐπιδιώκοντες ἀλλοεθνεῖς σπανίζοντες τῆς ὑδρείας διὰ τὴν ἄγνοιαν τῶν φρεάτῶν, οἱ μὲν ἀπόλλυνται διὰ τὴν σπάνιν τῶν ὑδάτων, οἱ δὲ πολλὰ κακοπαθήσαντες μόγις εἰς τὴν οἰκείαν σώζονται.
40.2 ὁ δὲ φήσας μηδενὶ τρόπῳ προδώσειν τὴν δεδομένην ὑπʼ Ἀντιγόνου καὶ Δημητρίου πίστιν, ἐλοιδόρησε φορτικῶς τὸν Πτολεμαῖον. ὕστερον δὲ στασιασάντων τῶν στρατιωτῶν ἐκπεσὼν ἐκ Τύρου καὶ γενόμενος ὑποχείριος προσεδόκα μὲν τιμωρίας τεύξεσθαι διά τε τὴν γενομένην λοιδορίαν καὶ διὰ τὸ μὴ βεβουλῆσθαι τὴν Τύρον παραδοῦναι· οὐ μὴν ὅ γε Πτολεμαῖος ἐμνησικάκησεν, ἀλλὰ τοὐναντίον δοὺς δωρεὰς εἶχε περὶ αὑτόν, ἕνα τῶν φίλων ποιησάμενος καὶ προάγων ἐντίμως.
7.3 ἐν δὲ τῇ Κατάνῃ Νικίας καὶ Λάμαχος οἱ τῶν Ἀθηναίων στρατηγοί, παραγενομένων αὐτοῖς ἐξ Ἀθηνῶν ἱππέων μὲν διακοσίων πεντήκοντα, ἀργυρίου δὲ ταλάντων τριακοσίων, ἀναλαβόντες τὴν δύναμιν ἔπλευσαν εἰς Συρακούσας. καὶ προσενεχθέντες τῇ πόλει νυκτὸς ἔλαθον τοὺς Συρακοσίους καταλαβόμενοι τὰς Ἐπιπολάς. αἰσθόμενοι δʼ οἱ Συρακόσιοι κατὰ τάχος ἐβοήθουν, καὶ ἀποβαλόντες τῶν στρατιωτῶν τριακοσίους εἰς τὴν πόλιν συνεδιώχθησαν.
16.4 διόπερ οἱ ταύτην τὴν χώραν κατοικοῦντες Ἄραβες, ὄντες δυσκαταπολέμητοι, διατελοῦσιν ἀδούλωτοι, πρὸς δὲ τούτοις ἔπηλυν μὲν ἡγεμόνα τὸ παράπαν οὐ προσδέχονται, διατελοῦσι δὲ τὴν ἐλευθερίαν διαφυλάττοντες ἀσάλευτον.
40.3 ἦν γὰρ ὁ δυνάστης οὗτος καθʼ ὑπερβολὴν ἐπιεικὴς καὶ συγγνωμονικός, ἔτι δʼ εὐεργετικός. ὅπερ καὶ μάλιστʼ αὐτὸν ηὔξησε καὶ πολλοὺς ἐποίησεν ἐπιθυμεῖν κοινωνῆσαι τῆς φιλίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi