Kitap 11
95.7
αὕτη δʼ ἔχει τὸ μὲν μῆκος σταδίων ὡς πεντακοσίων, τὸ δὲ πλάτος ὡς ἑξήκοντα, τὸ δʼ ὕδωρ δυσῶδες καὶ διάπικρον, ὥστε μὴ δύνασθαι μήτʼ ἰχθῦν τρέφειν μήτʼ ἄλλο τῶν καθʼ ὕδατος εἰωθότων ζῴων εἶναι. ἐμβαλλόντων δʼ εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων, τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης κατʼ ἐνιαυτὸν ἐκφυσᾷ ἀσφάλτου μέγεθος ποτὲ μὲν μεῖζον ἢ τρίπλεθρον, ἔστι δʼ ὅτε δυοῖν πλέθρων· ἐφʼ ᾧ δὴ συνήθως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δʼ ἔλαττον μόσχον ἐπονομάζουσιν.
87.1
κατὰ δὲ τὴν Εὐρώπην Τελεσφόρος μὲν ὁ Ἀντιγόνου ναύαρχος διατρίβων περὶ Κόρινθον, ἐπειδὴ Πτολεμαῖον ἑώρα μᾶλλον ἑαυτοῦ προαγόμενον καὶ τῶν κατὰ τὴν Ἑλλάδα πραγμάτων πιστευόμενον ἁπάντων, ἐγκαλέσας Ἀντιγόνῳ περὶ τούτων τὰς μὲν ναῦς ἃς εἶχεν ἀπέδοτο, τῶν δὲ στρατιωτῶν τοὺς βουλομένους κοινωνεῖν τῆς προαιρέσεως ἀναλαβὼν ἴδια πράγματα συνίστατο.
39.7
ὁ γὰρ Γύλιππος μετὰ τεττάρων τριήρων καταπλεύσας εἰς Ἱμέραν τὰς μὲν ναῦς ἐνεώλκησε, τοὺς δʼ Ἱμεραίους πείσας συμμαχεῖν τοῖς Συρακοσίοις, παρά τε τούτων καὶ Γελῴων, ἔτι δὲ Σελινουντίων καὶ Σικανῶν ἤθροιζε στρατιώτας. συναγαγὼν δὲ τοὺς ἅπαντας τρισχιλίους μὲν πεζούς, διακοσίους δʼ ἱππεῖς, διὰ τῆς μεσογείου παρῆγεν εἰς Συρακούσας.
95.8
ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας ὁ τύπος φαίνεται τοῖς μὲν ἐξ ἀποστήματος θεωροῦσιν οἱονεὶ νῆσος. τὴν δʼ ἔκπτωσιν τῆς ἀσφάλτου συμβαίνει φανερὰν γίνεσθαι τοῖς ἀνθρώποις πρὸ ἡμερῶν εἴκοσι δύο· κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ προσπίπτει μετὰ πνεύματος, καὶ πᾶς ὁ περὶ τὸν τόπον ἄργυρός τε καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος. ἀλλʼ αὕτη μὲν ἀποκαθίσταται πάλιν, ἐπειδὰν ἀναφυσηθῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον· ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν ἀνθρώπων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια.
9.2
παρελθὼν γὰρ εἰς Ἦλιν ὡς ἔτι φυλάττων τὴν πρὸς Ἀντίγονον φιλίαν, τὴν ἀκρόπολιν ἐνετείχισε καὶ τὴν πόλιν κατεδουλώσατο. ἐσύλησεν δὲ καὶ τὸ ἱερὸν τὸ κατὰ τὴν Ὀλυμπίαν καὶ συναγαγὼν ἀργυρίου πλείω τῶν πεντήκοντα ταλάντων ξένους ἐμισθοῦτο.