Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

27.3 διὸ καὶ τέτταρσιν ὄμμασι βλέποντα καὶ τοῖς ἴσοις στόμασι χρώμενα εἰς ἕνα φάρυγα συνάγειν τὰ σιτία, καὶ διὰ τούτου καταπινομένης τῆς τροφῆς εἰς μίαν κοιλίαν συρρεῖν ἅπαντα· ὁμοίως δὲ τὰ σπλάγχνα καὶ τἄλλα τὰ ἐντὸς πάντα ἔχειν μοναχά. πόδας δὲ ὑποκεῖσθαι κύκλῳ τῆς περιφερείας πολλούς, διʼ ὧν δύνασθαι πορεύεσθαι πρὸς ὃ ἂν μέρος βούληται.
99.1 τὴν δʼ ἐκπίπτουσαν ἄσφαλτον οἱ περιοικοῦντες ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν λίμνην διαρπάζουσι πολεμικῶς διακείμενοι πρὸς ἀλλήλους, ἄνευ πλοίων ἰδιαζόντως τὴν κομιδὴν ποιούμενοι. παρασκευασάμενοι γὰρ δέσμας καλάμων εὐμεγέθεις ἐμβάλλουσιν εἰς τὴν λίμνην· ἐπὶ δὲ τούτων ἐπικάθηνται οὐ πλείω τριῶν, ὧν δύο μὲν ἔχοντες προσδεδεμένας πλάτας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας ἐκ τοῦ πέραν ἢ βιάζεσθαι τολμῶντας ἀμύνεται.
27.4 τὸ δʼ αἷμα τούτου τοῦ ζῴου θαυμάσιον ἔχειν δύναμιν· πᾶν γὰρ τὸ διατμηθὲν ἔμπνουν σῶμα κολλᾶν παραχρῆμα, κἂν ἀποκοπεῖσα χεὶρ ἢ ὅμοιον εἰπεῖν τύχῃ, διʼ αὐτοῦ κολλᾶσθαι προσφάτου τῆς τομῆς οὔσης, καὶ τἄλλα δὲ μέρη τοῦ σώματος, ὅσα μὴ κυρίοις τόποις καὶ συνέχουσι τὸ ζῆν κατέχεται.
52.2 ὅταν δὲ πλησίον γένωνται τῆς ἀσφάλτου, πελέκεις ἔχοντες ἐπιπηδῶσι καὶ καθάπερ μαλακῆς πέτρας ἀποκόπτοντες γεμίζουσι τὴν δέσμην, εἶτα ἀποπλέουσιν εἰς τοὐπίσω. ἂν δέ τις αὐτῶν ἀποπέσῃ τῆς δέσμης διαλυθείσης μὴ δυνάμενος νεῖν, οὐ καταδύεται καθάπερ ἐν τοῖς ἄλλοις ὕδασιν, ἀλλὰ ἐπινήχεται τοῖς ἐπισταμένοις ὁμοίως.
27.5 ἕκαστον δὲ τῶν συστημάτων τρέφειν ὄρνεον εὐμέγεθες ἰδιάζον τῇ φύσει, καὶ διὰ τούτου πειράζεται τὰ νήπια τῶν βρεφῶν ποίας τινὰς ἔχει τὰς τῆς ψυχῆς διαθέσεις· ἀναλαμβάνουσι γὰρ αὐτὰ ἐπὶ τὰ ζῷα, καὶ τούτων πετομένων τὰ μὲν τὴν διὰ τοῦ ἀέρος φορὰν ὑπομένοντα τρέφουσι, τὰ δὲ περιναύτια γινόμενα καὶ θάμβους πληρούμενα ῥίπτουσιν, ὡς οὔτε πολυχρόνια καθεστῶτα οὔτε τοῖς ἄλλοις τοῖς τῆς ψυχῆς λήμασιν ἀξιόλογα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi