Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

29.8 θάπτουσι δὲ τοὺς τελευτήσαντας ὅταν ἄμπωτις γένηται καταχωννύντες εἰς τὴν ἅμμον, ὥστε κατὰ τὴν πλημυρίδα τὸν τόπον ἐπιχώννυσθαι. τοὺς δὲ καλάμους, ἐξ ὧν ὁ καρπὸς τῆς τροφῆς γίνεται, φασὶ σπιθαμιαίους ὄντας τὸ πάχος κατὰ τὰς τῆς σελήνης ἀναπληρώσεις ἀναπληροῦσθαι, καὶ πάλιν κατὰ τὰς ἐλαττώσεις ἀνὰ λόγον ταπεινοῦσθαι.
101.3 τὸ δὲ λοιπὸν στρατόπεδον ἀναλαβὼν Κόιντος Φάβιος, ὃς ἦν αὐτοκράτωρ ᾑρημένος, τήν τε Φρεγελλανῶν πόλιν εἷλε καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς τὴν Ῥώμην τοὺς ἐπιφανεστάτους ἐζώγρησεν. τούτους δὲ τὸν ἀριθμὸν ὄντας πλείους τῶν διακοσίων ἀπήγαγεν εἰς Ῥώμην καὶ προαγαγὼν εἰς τὴν ἀγορὰν ῥαβδίσας ἐπελέκησε κατὰ τὸ πάτριον ἔθος. μετʼ ὀλίγον δὲ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν Καλατίαν καὶ τὴν Νωλάνων ἀκρόπολιν ἐξεπολιόρκησεν καὶ λαφύρων μὲν πλῆθος ἀπέδοτο, τοῖς δὲ στρατιώταις πολλὴν τῆς χώρας κατεκληρούχησεν. ὁ δὲ δῆμος, κατὰ νοῦν τῶν πραγμάτων αὐτῷ προχωρούντων, ἀποικίαν ἀπέστειλεν εἰς τὴν νῆσον τὴν Ποντίαν καλουμένην.
52.6 θορυβοῦντος δὲ τοῦ δήμου καὶ τὴν δημηγορίαν οὐχ ὑπομένοντος, Νικόλαός τις,ἐστερημένος ἐν τῷ πολέμῳ δυεῖν υἱῶν, ἀνέβαινεν ἐπὶ τὸ βῆμα κατεχόμενος ὑπὸ τῶν οἰκετῶν διὰ τὸ γῆρας· ὃν ὡς εἶδεν ὁ δῆμος, ἔληξε τοῦ θορύβου, νομίζων κατηγορήσειν τῶν αἰχμαλώτων. γενομένης οὖν σιωπῆς ὁ πρεσβύτερος ἐντεῦθεν ἤρξατο τῶν λόγων.
29.9 τὸ δὲ τῶν θερμῶν πηγῶν ὕδωρ γλυκὺ καὶ ὑγιεινὸν ὂν διαφυλάττει τὴν θερμασίαν, καὶ οὐδέποτε ψύχεται, ἐὰν μὴ ψυχρὸν ὕδωρ ἢ οἶνος συμμίσγηται.
102.1 ἐν δὲ τῇ Σικελίᾳ τῆς εἰρήνης ἄρτι γεγενημένης Ἀγαθοκλεῖ πρὸς τοὺς Σικελιώτας πλὴν Μεσσηνίων οἱ μὲν φυγάδες τῶν Συρακοσίων ἠθροίσθησαν εἰς τὴν Μεσσήνην, ταύτην ὁρῶντες λοιπὴν οὖσαν τῶν ἀλλοτρίως ἐχουσῶν πρὸς τὸν δυνάστην,
20.1 τῶν κατὰ τὸν πόλεμον ἀτυχημάτων, ἄνδρες Συρακόσιοι, μέρος οὐκ ἐλάχιστον ἐγὼ μετέσχηκα· δυεῖν γὰρ υἱῶν γενόμενος πατὴρ ἐξέπεμψα μὲν αὐτοὺς εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ὑπεδεξάμην δʼ ἀντʼ αὐτῶν ἀγγελίαν, ἣ τὸν ἐκείνων θάνατον ἐμήνυεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi