Kitap 12
103.6
τὰ μὲν οὖν ἐν τοῖς ὅπλοις πλεονεκτήματα τύχῃ καὶ καιρῷ κρίνεται πολλάκις, ἡ δʼ ἐν ταῖς εὐπραξίαις ἡμερότης ἴδιόν ἐστι σημεῖον τῆς τῶν εὐτυχούντων ἀρετῆς. διὸ μὴ φθονήσητε τῇ πατρίδι περιβόητον γενέσθαι παρὰ πᾶσιν ἀνθρώποις, ὅτι τοὺς Ἀθηναίους ἐνίκησεν οὐ μόνον τοῖς ὅπλοις, ἀλλὰ καὶ τῇ φιλανθρωπίᾳ.
32.3
καθʼ ἕκαστον γὰρ ἔτος ἀεὶ νέας ἰλύος ἀθροιζομένης πρὸς τὰ στόματα τοῦ ποταμοῦ καθορᾶται τὸ μὲν πέλαγος ἐξωθούμενον τοῖς προσχώμασιν, ἡ δὲ χώρα τὴν αὔξησιν λαμβάνουσα. τὰ δὲ πλεῖστα τῶν νομίμων τοῖς Αἰγυπτίοις ὑπάρχειν Αἰθιοπικά, τηρουμένης τῆς παλαιᾶς συνηθείας παρὰ τοῖς ἀποικισθεῖσι.
105.3
ποιήσαντος δʼ αὐτοῦ τὸ προσταχθὲν οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον καὶ Πτολεμαῖον, ἔτι δʼ Ἀντίγονον ἀπηλλάγησαν τῶν ἀπὸ τοῦ βασιλέως προσδοκωμένων φόβων·
103.7
φανήσονται γὰρ οἱ τῶν ἄλλων ὑπερέχειν ἡμερότητι σεμνυνόμενοι τῇ παρʼ ἡμῶν εὐγνωμοσύνῃ πολυωρούμενοι, καὶ οἱ πρῶτοι βωμὸν ἐλέου καθιδρυσάμενοι τοῦτον ἐν τῇ πόλει τῶν Συρακοσίων εὑρήσουσιν.
32.4
τό τε γὰρ τοὺς βασιλεῖς θεοὺς νομίζειν καὶ τὸ περὶ τὰς ταφὰς μάλιστα σπουδάζειν καὶ πολλὰ τοιαῦθʼ ἕτερα πράττειν Αἰθιόπων ὑπάρχειν ἐπιτηδεύματα, τάς τε τῶν ἀγαλμάτων ἰδέας καὶ τοὺς τῶν γραμμάτων τύπους Αἰθιοπικοὺς ὑπάρχειν·
105.4
οὐκέτι γὰρ ὄντος οὐδενὸς τοῦ διαδεξομένου τὴν ἀρχὴν τὸ λοιπὸν ἕκαστος τῶν κρατούντων ἐθνῶν ἢ πόλεων βασιλικὰς εἶχεν ἐλπίδας καὶ τὴν ὑφʼ ἑαυτὸν τεταγμένην χώραν εἶχεν ὡσανεί τινα βασιλείαν δορίκτητον. τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην καὶ τὰ περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν τούτοις ἦν.
103.8
ἐξ ὧν πᾶσιν ἔσται φανερόν, ὡς ἐκεῖνοι μὲν δικαίως ἐσφάλησαν, ἡμεῖς δʼ ἀξίως ηὐτυχήσαμεν, εἴπερ οἱ μὲν τοιούτους ἀδικεῖν ἐπεχείρησαν οἳ καὶ πρὸς τοὺς ἐχθροὺς εὐγνωμόνησαν, ἡμεῖς δὲ τοιούτους ἐνικήσαμεν οἳ καὶ τοῖς πολεμιωτάτοις μερίζουσι τὸν ἔλεον ἐτόλμησαν ἐπιβουλεῦσαι· ὥστε μὴ μόνον ὑπὸ τῶν ἄλλων κατηγορίας τυγχάνειν τοὺς Ἀθηναίους, ἀλλὰ καὶ αὐτοὺς ἑαυτῶν καταγινώσκειν, εἰ τοιούτους ἄνδρας ἀδικεῖν ἐνεχείρησαν.