Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

32.5 διττῶν γὰρ Αἰγυπτίοις ὄντων γραμμάτων, τὰ μὲν δημώδη προσαγορευόμενα πάντας μανθάνειν, τὰ δʼ ἱερὰ καλούμενα παρὰ μὲν τοῖς Αἰγυπτίοις μόνους γινώσκειν τοὺς ἱερεῖς παρὰ τῶν πατέρων ἐν ἀπορρήτοις μανθάνοντας, παρὰ δὲ τοῖς Αἰθίοψιν ἅπαντας τούτοις χρῆσθαι τοῖς τύποις.
105.5 κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι δυνάμεσιν ἁδραῖς πεζῶν τε καὶ ἱππέων ἐστράτευσαν ἐπὶ Πολλίτιον, Μαρρουκίνων οὖσαν πόλιν. ἀπέστειλαν δὲ καὶ τῶν πολιτῶν εἰς ἀποικίαν καὶ κατῴκισαν τὴν προσαγορευομένην Ἰντέραμναν.
23.1 καλόν, ὦ ἄνδρες Συρακόσιοι, κατάρξασθαι φιλίας, καὶ τῷ τῶν ἠτυχηκότων ἐλέῳ σπείσασθαι τὴν διαφοράν. δεῖ γὰρ τὴν μὲν πρὸς τοὺς φίλους εὔνοιαν ἀθάνατον φυλάττειν, τὴν δὲ πρὸς τοὺς ἐναντίους ἔχθραν θνητήν· οὕτω γὰρ συμβήσεται τοὺς μὲν συμμάχους γίνεσθαι πλείους, τοὺς δὲ πολεμίους ἐλάττους.
32.6 τά τε συστήματα τῶν ἱερέων παραπλησίαν ἔχειν τάξιν παρʼ ἀμφοτέροις τοῖς ἔθνεσι· καθαρεύειν γὰρ ἅπαντας τοὺς περὶ τὴν τῶν θεῶν θεραπείαν ὄντας, ὁμοίως ἐξυρημένους καὶ τὰς στολὰς τὰς αὐτὰς ἔχοντας καὶ τὸν τοῦ σκήπτρου τύπον ἀροτροειδῆ καθεστῶτα, ὃν ἔχοντας τοὺς βασιλεῖς χρῆσθαι πίλοις μακροῖς ἐπὶ τοῦ πέρατος ὀμφαλὸν ἔχουσι καὶ περιεσπειραμένοις ὄφεσιν, οὓς καλοῦσιν ἀσπίδας· τοῦτο δὲ τὸ παράσημον ἔοικε συνεμφαίνειν ὅτι τοὺς ἐπιθέσθαι τολμήσοντας τῷ βασιλεῖ συμβήσεται θανατηφόροις περιπεσεῖν δήγμασι.
57.1 κατὰ δὲ τὴν Σικελίαν ἀεὶ μᾶλλον αὐξομένου Ἀγαθοκλέους καὶ δυνάμεις ἁδροτέρας ἀθροίζοντος Καρχηδόνιοι πυνθανόμενοι τὸν δυνάστην συσκευαζόμενον τὰς ἐν τῇ νήσῳ πόλεις, ταῖς δὲ δυνάμεσιν ὑπερέχοντα τῶν σφετέρων στρατιωτῶν ἔδοξαν ἐνεργέστερον ἅψασθαι τοῦ πολέμου.
23.2 τὴν δὲ διαφορὰν αἰώνιον διαφυλάττοντας παραδιδόναι παισὶ παίδων οὔτʼ εὔγνωμον οὔτε ἀσφαλές· ἐνίοτε γὰρ οἱ δοκοῦντες ὑπερέχειν ἐν ῥοπῇ καιροῦ τῶν πρότερον ὑποπεπτωκότων ἀσθενέστεροι γίνονται.
4.7 πολλὰ δὲ καὶ ἄλλα λέγουσι περὶ τῆς αὑτῶν ἀρχαιότητος καὶ τῆς τῶν Αἰγυπτίων ἀποικίας, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi