Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

58.3 οὗτοι γάρ εἰσιν οἱ πρῶτοι τροφῆς ἡμέρου τοῖς Ἕλλησι μεταδόντες, ἣν ἰδίᾳ παρὰ θεῶν λαβόντες τῇ χρείᾳ κοινὴν ἐποίησαν· οὗτοι νόμους εὗρον, διʼ οὓς ὁ κοινὸς βίος ἐκ τῆς ἀγρίας καὶ ἀδίκου ζωῆς εἰς ἥμερον καὶ δικαίαν ἐλήλυθε συμβίωσιν· οὗτοι πρῶτοι τοὺς καταφυγόντας διασώσαντες τοὺς περὶ τῶν ἱκετῶν νόμους παρὰ πᾶσιν ἀνθρώποις ἰσχῦσαι παρεσκεύασαν· ὧν ἀρχηγοὺς γενομένους οὐκ ἄξιον αὐτοὺς ἀποστερῆσαι. καὶ ταῦτα μὲν πρὸς ἅπαντας· ἰδίᾳ δʼ ἐνίους ὑπομνήσω τῶν φιλανθρώπων.
109.2 οὗτοι δὲ συνεχεῖς καὶ μεγάλους λίθους ἀφιέντες πολλοὺς μὲν ἐτραυμάτιζον, οὐκ ὀλίγους δὲ καὶ τῶν βιαζομένων ἀπέκτεινον, τῶν δὲ πλείστων τὰ σκεπάζοντα τῶν ὅπλων συνέτριβον· οἱ γὰρ ἄνδρες οὗτοι μναιαίους λίθους βάλλειν εἰωθότες μεγάλα συμβάλλονται πρὸς νίκην ἐν τοῖς κινδύνοις, ὡς ἂν ἐκ παίδων παρʼ αὐτοῖς τῆς ἐν ταῖς σφενδόναις γυμνασίας διαπονουμένης.
27.1 ὅσοι μὲν γὰρ λόγου καὶ παιδείας ἐν τῇ πόλει μετεσχήκατε, δότε τὸν ἔλεον τοῖς τὴν πατρίδα κοινὸν παιδευτήριον παρεχομένοις πᾶσιν ἀνθρώποις· ὅσοι δὲ τῶν ἁγνοτάτων μυστηρίων μετειλήφατε, σώσατε τοὺς μυήσαντας, οἱ μὲν ἤδη μετεσχηκότες τῶν φιλανθρωπιῶν τὴν χάριν διδόντες τῆς εὐεργεσίας, οἱ δὲ μέλλοντες μεταλήψεσθαι μὴ παραιρούμενοι τῷ θυμῷ τὴν ἐλπίδα.
109.3 τούτῳ δὲ τῷ τρόπῳ τοὺς Ἕλληνας ἐκ τῆς παρεμβολῆς ἐκβαλόντες ἐκράτησαν. πάλιν δὲ οἱ περὶ τὸν Ἀγαθοκλέα κατʼ ἄλλους τόπους προσβολὰς ἐποιοῦντο καὶ δὴ τῆς παρεμβολῆς ἤδη κατὰ κράτος ἁλισκομένης κατέπλευσε τοῖς Καρχηδονίοις δύναμις ἐκ Λιβύης ἀνέλπιστος.
27.2 ποῖος γὰρ τόπος τοῖς ξένοις βάσιμος εἰς παιδείαν ἐλευθέριον τῆς Ἀθηναίων πόλεως ἀνῃρημένης; βραχὺ τὸ διὰ τὴν ἁμαρτίαν μῖσος, μεγάλα δὲ καὶ πολλὰ τὰ πρὸς εὔνοιαν αὐτοῖς εἰργασμένα. χωρὶς δὲ τῆς περὶ τὴν πόλιν ἐντροπῆς καὶ κατʼ ἰδίαν ἄν τις τοὺς αἰχμαλώτους ἐξετάζων εὕροι δικαίως ἐλέου τυγχάνοντας. οἱ μὲν γὰρ σύμμαχοι τῇ τῶν κρατούντων ὑπεροχῇ βιασθέντες ἠναγκάσθησαν συστρατεύειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi