Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

25.7 εὐκρατότατον δʼ εἶναι τὸν ἀέρα παρʼ αὐτοῖς, ὡς ἂν κατὰ τὸν ἰσημερινὸν οἰκοῦντας, καὶ μήθʼ ὑπὸ καύματος μήθʼ ὑπὸ ψύχους ἐνοχλουμένους. καὶ τὰς ὀπώρας δὲ παρʼ αὐτοῖς παρʼ ὅλον τὸν ἐνιαυτὸν ἀκμάζειν, ὥσπερ καὶ ὁ ποιητής φησιν ὄχνη ἐπʼ ὄχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ. εἶναι δὲ διὰ παντὸς παρʼ αὐτοῖς τὴν ἡμέραν ἴσην τῇ νυκτί, καὶ κατὰ τὸ μέσον τῆς ἡμέρας μὴ γίνεσθαι παρʼ αὐτοῖς σκιὰν μηδενὸς διὰ τὸ κατὰ κορυφὴν εἶναι τὸν ἥλιον.
57.1 βιοῦν δʼ αὐτοὺς κατὰ συγγενείας καὶ συστήματα, συνηγμένων τῶν οἰκείων οὐ πλειόνων ἢ τετρακοσίων· τούτους δʼ ἐν τοῖς λειμῶσι διαζῆν, πολλὰ τῆς χώρας ἐχούσης πρὸς διατροφήν· διὰ γὰρ τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν εὐκρασίαν τοῦ ἀέρος γεννᾶσθαι τροφὰς αὐτομάτους πλείους τῶν ἱκανῶν.
57.2 φύεσθαι γὰρ παρʼ αὐτοῖς κάλαμον πολύν, φέροντα καρπὸν δαψιλῆ, παρεμφερῆ τοῖς λευκοῖς ὀρόβοις. τοῦτον οὖν συναγαγόντες βρέχουσιν ἐν ὕδατι θερμῷ, μέχρι ἂν τὸ μέγεθος σχῶσιν ὡς ᾠοῦ περιστερᾶς· ἔπειτα συνθλάσαντες καὶ τρίψαντες ἐμπείρως ταῖς χερσὶ διαπλάττουσιν ἄρτους, οὓς ὀπτήσαντες σιτοῦνται διαφόρους ὄντας τῇ γλυκύτητι.
57.3 εἶναι δὲ καὶ πηγὰς ὑδάτων δαψιλεῖς, τὰς μὲν θερμῶν εἰς λουτρὰ καὶ κόπων ἀφαίρεσιν εὐθέτους, τὰς δὲ ψυχρῶν τῇ γλυκύτητι διαφόρους καὶ πρὸς ὑγίειαν συνεργεῖν δυναμένας. ὑπάρχειν δὲ παρʼ αὐτοῖς καὶ παιδείας πάσης ἐπιμέλειαν, μάλιστα δὲ ἀστρολογίας·
26.4 γράμμασί τε αὐτοὺς χρῆσθαι κατὰ μὲν τὴν δύναμιν τῶν σημαινόντων εἴκοσι καὶ ὀκτὼ τὸν ἀριθμόν, κατὰ δὲ τοὺς χαρακτῆρας ἑπτά, ὧν ἕκαστον τετραχῶς μετασχηματίζεσθαι. γράφουσι δὲ τοὺς στίχους οὐκ εἰς τὸ πλάγιον ἐκτείνοντες, ὥσπερ ἡμεῖς, ἀλλʼ ἄνωθεν κάτω καταγράφοντες εἰς ὀρθόν. πολυχρονίους δʼ εἶναι τοὺς ἀνθρώπους καθʼ ὑπερβολήν, ὡς ἂν ἄχρι τῶν πεντήκοντα καὶ ἑκατὸν ἐτῶν ζῶντας καὶ γινομένους ἀνόσους κατὰ τὸ πλεῖστον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi