Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 13

46.6 τοὺς δὲ τελευτήσαντας θάπτουσι κατὰ μὲν τὸν τῆς ἀμπώτεως καιρὸν ἐῶντες ἐρριμμένους, ὅταν δʼ ἡ πλημυρὶς ἐπέλθῃ, ῥίπτουσιν εἰς τὴν θάλατταν τὰ σώματα. διὸ καὶ τὴν ἰδίαν ταφὴν τροφὴν τῶν ἰχθύων ποιούμενοι κυκλούμενον ἰδιοτρόπως τὸν βίον ἔχουσι παρʼ ὅλον τὸν αἰῶνα.
38.4 Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος χρόνον μέν τινα περὶ τὴν Μίλητον διέτριβε, προσδοκῶν τὴν παρὰ Φαρναβάζου βοήθειαν· τριακοσίας γὰρ τριήρεις ἀκούων ἐκ Φοινίκης καταπεπλευκέναι μετέωρος ἦν ταῖς ἐλπίσι, νομίζων τηλικούτῳ στόλῳ καταλύσειν τὴν Ἀθηναίων ἡγεμονίαν·
20.1 ἓν δὲ γένος τῶν Ἰχθυοφάγων τοιαύτας ἔχει τὰς οἰκήσεις ὥστε πολλὴν ἀπορίαν παρέχεσθαι τοῖς τὰ τοιαῦτα φιλοτιμουμένοις ζητεῖν· ἐν γὰρ ἀποκρήμνοις φάραγξι καθίδρυνταί τινες, εἰς ἃς ἐξ ἀρχῆς ἦν ἀδύνατον παραβάλλειν τοὺς ἀνθρώπους, ἄνωθεν μὲν ἐπεχούσης πέτρας ὑψηλῆς καὶ πανταχόθεν ἀποτόμου, ἐκ πλαγίων δὲ κρημνῶν ἀπροσίτων ὑφαιρουμένων τὰς παρόδους, τὴν δὲ λοιπὴν πλευρὰν τοῦ πελάγους ὁρίζοντος, ὃ πεζῇ μὲν διελθεῖν ἀδύνατον, σχεδίαις δὲ οὐ χρῶνται τὸ παράπαν, πλοίων τε τῶν παρʼ ἡμῖν ὑπάρχουσιν ἀνεννόητοι.
38.5 μετʼ ὀλίγον δὲ πυθόμενός τινων, ὅτι πεισθεὶς Ἀλκιβιάδῃ πάλιν ἀπέστειλε τὸν στόλον εἰς Φοινίκην, τὰς μὲν παρὰ Φαρναβάζου ἐλπίδας ἀπέγνω, αὐτὸς δὲ καταρτίσας τάς τʼ ἐκ Πελοποννήσου ναῦς καὶ τὰς παρὰ τῶν ἔξωθεν συμμάχων, Δωριέα μὲν μετὰ τριῶν καὶ δέκα νεῶν ἀπέστειλεν εἰς Ῥόδον, πυνθανόμενος ἐπὶ νεωτερισμῷ τινας συνίστασθαι τῶν Ῥοδίων·
47.2 τοιαύτης δὲ ἀπορίας περὶ αὐτοὺς οὔσης, ὑπολείπεται λέγειν αὐτόχθονας αὐτοὺς ὑπάρχειν, ἀρχὴν μὲν τοῦ πρώτου γένους μηδεμίαν ἐσχηκότας, ἀεὶ δʼ ἐξ αἰῶνος γεγονότας, καθάπερ ἔνιοι τῶν φυσιολόγων περὶ πάντων τῶν φυσιολογουμένων ἀπεφήναντο.
10.6 προσφάτως γὰρ τοῖς Λακεδαιμονίοις τινὲς τῶν ἀπὸ τῆς Ἰταλίας Ἑλλήνων ἀπεστάλκεισαν εἰς συμμαχίαν τὰς προειρημένας ναῦς· αὐτὸς δὲ τὰς ἄλλας πάσας ἀναλαβών, οὔσας ὀγδοήκοντα καὶ τρεῖς, ἀπῆρεν εἰς Ἑλλήσποντον διὰ τὸ πυνθάνεσθαι τὸν τῶν Ἀθηναίων στόλον ἐν Σάμῳ διατρίβειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi