Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 13

6.3 εἶθʼ οἱ μὲν Καρχηδόνιοι πλησίον ἤδη τῶν φορτηγῶν ὄντες, ὡς ἴδον τοὺς πολεμίους ἀθρόαις ταῖς ναυσὶ πλέοντας, τὸ μὲν πρῶτον ὑπολαβόντες αὐτὸν ὡρμηκέναι πρὸς τὴν τῶν σιτηγῶν βοήθειαν, ἀνέστρεφον καὶ τὸν στόλον ἐξήρτυον εἰς ναυμαχίαν· ὡς δʼ ἐπʼ εὐθείας ἑώρων παραθέοντας καὶ πολὺ τοῦ πλοῦ προλαμβάνοντας, ἐποιοῦντο τὸν διωγμόν.
12.6 μετὰ δὲ ταῦθʼ οἱ περὶ τὸν Θρασύβουλον ἔστησαν τρόπαιον ἐπὶ τῆς ἄκρας, οὗ τὸ τῆς Ἑκάβης ἐστὶ μνημεῖον, καὶ τοὺς ἀπαγγελοῦντας τὴν νίκην εἰς Ἀθήνας ἔπεμψαν, αὐτοὶ δὲ μετὰ παντὸς τοῦ στόλου τὸν πλοῦν ἐπὶ Κύζικον ἐποιήσαντο· αὕτη γὰρ πρὸ τῆς ναυμαχίας ἦν ἀφεστηκυῖα πρὸς Φαρνάβαζον τὸν Δαρείου στρατηγὸν καὶ Κλέαρχον τὸν Λακεδαιμονίων ἡγεμόνα. εὑρόντες δʼ αὐτὴν ἀτείχιστον ῥᾳδίως τῆς ἐπιβολῆς ἐκράτησαν, καὶ χρήματα πραξάμενοι τοὺς Κυζικηνοὺς ἀπέπλευσαν εἰς Σηστόν.
6.4 ἔνθα δὴ τούτων πρὸς ἀλλήλους φιλοτιμουμένων τὰ μὲν τὴν ἀγορὰν κομίζοντα πλοῖα παραδόξως ἐκφυγόντα τὸν κίνδυνον πολλὴν εὐπορίαν ἐποίησεν ἐν ταῖς Συρακούσσαις τῶν ἐπιτηδείων, σιτοδείας ἤδη τὴν πόλιν ἐχούσης, ὁ δʼ Ἀγαθοκλῆς περικατάληπτος ἤδη γινόμενος ἐπιλαβούσης τῆς νυκτὸς ἀνελπίστου σωτηρίας ἔτυχεν.
14.1 Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀπὸ τῆς ἥττης φυγὼν εἰς Ἄβυδον τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύασε καὶ πρὸς τὰς ἐν Εὐβοίᾳ τριήρεις ἀπέστειλεν Ἐπικλέα τὸν Σπαρτιάτην, προστάξας ἄγειν τὴν ταχίστην.
6.5 τῇ δʼ ὑστεραίᾳ τηλικαύτην ἔκλειψιν ἡλίου συνέβη γενέσθαι ὥστε ὁλοσχερῶς φανῆναι νύκτα, θεωρουμένων τῶν ἀστέρων πανταχοῦ· διόπερ οἱ περὶ τὸν Ἀγαθοκλέα, νομίσαντες καὶ τὸ θεῖον αὐτοῖς προσημαίνειν τὸ δυσχερές, ἔτι μᾶλλον ὑπὲρ τοῦ μέλλοντος ἐν ἀγωνίᾳ καθειστήκεισαν.
14.2 ὃς ἐπεὶ κατέπλευσεν εἰς Εὔβοιαν, ἀθροίσας τὰς ναῦς οὔσας πεντήκοντα κατὰ σπουδὴν ἀνήχθη· καὶ κατὰ τὸν Ἄθω γενομένων τῶν τριήρων ἐπεγενήθη χειμὼν τηλικοῦτος ὥστε τὰς μὲν ναῦς ἁπάσας ἀπολέσθαι, τῶν δὲ ἀνδρῶν δώδεκα μόνον διασωθῆναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi