Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 13

36.4 ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ τῶν ὑπηρετῶν τις προσήνεγκεν ἡμμένην δᾷδα· ἣν δεξάμενος καὶ τοῖς τριηράρχοις ὁμοίως ἅπασι προστάξας ἀναδοῦναι τάς τε θεὰς ἐπεκαλέσατο καὶ πρῶτος ὥρμησεν ἐπὶ τὴν ναυαρχίδα τριήρη· στὰς δʼ ἐπὶ τὴν πρύμναν καὶ τοῖς ἄλλοις τὸ παραπλήσιον ποιεῖν παρεκελεύετο. ἔνθα δὴ τῶν τριηράρχων ἁπάντων ἐνέντων τὸ πῦρ καὶ ταχὺ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ μὲν σαλπιγκταὶ τὸ πολεμικὸν ἐσήμαινον, τὸ δὲ στρατόπεδον ἐπηλάλαξε, συνευχομένων ἁπάντων ὑπὲρ τῆς εἰς οἶκον σωτηρίας.
15.4 περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀντάνδριοι, φρουρὰν ἔχοντες, μετεπέμψαντο παρὰ Λακεδαιμονίων στρατιώτας, μεθʼ ὧν ἐκβαλόντες τὴν φυλακὴν ἐλευθέραν ᾤκουν τὴν πατρίδα· οἱ γὰρ Λακεδαιμόνιοι περὶ τῆς εἰς Φοινίκην ἀποστολῆς τῶν τριακοσίων νεῶν ἐγκαλοῦντες τῷ Φαρναβάζῳ τοῖς Ἄντανδρον οἰκοῦσι συνεμάχησαν.
36.5 τοῦτο δʼ ἔπραξεν Ἀγαθοκλῆς μάλιστα μὲν ἕνεκα τοῦ συναναγκάσαι τοὺς στρατιώτας ἐν τοῖς κινδύνοις ἐπιλαθέσθαι τὸ παράπαν τῆς φυγῆς· δῆλον γὰρ ὅτι τῆς ἐπὶ τὰς ναῦς καταφυγῆς ἀποκοπείσης ἐν μόνῳ τῷ νικᾶν ἕξουσι τὰς ἐλπίδας τῆς σωτηρίας· ἔπειτα καὶ δύναμιν ὀλίγην ἔχων ἐθεώρει διότι φυλάσσων μὲν τὰς ναῦς ἀναγκασθήσεται μερίζειν τὸ στρατόπεδον καὶ μηδαμῶς ἀξιόμαχος εἶναι, καταλιπὼν δʼ ἐρήμους ὑποχειρίους ποιήσει γενέσθαι Καρχηδονίοις.
15.5 τῶν δὲ συγγραφέων Θουκυδίδης μὲν τὴν ἱστορίαν κατέστροφε, περιλαβὼν χρόνον ἐτῶν εἴκοσι καὶ δυοῖν ἐν βύβλοις ὀκτώ· τινὲς δὲ διαιροῦσιν εἰς ἐννέα· Ξενοφῶν δὲ καὶ Θεόπομπος ἀφʼ ὧν ἀπέλιπε Θουκυδίδης τὴν ἀρχὴν πεποίηνται, καὶ Ξενοφῶν μὲν περιέλαβε χρόνον ἐτῶν τεσσαράκοντα καὶ ὀκτώ, Θεόπομπος δὲ τὰς Ἑλληνικὰς πράξεις διελθὼν ἐπʼ ἔτη ἑπτακαίδεκα καταλήγει τὴν ἱστορίαν εἰς τὴν περὶ Κνίδον ναυμαχίαν ἐν βύβλοις δώδεκα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi