Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 13

40.2 ὅπλα μὲν οὖν οἱ στρατιῶται μόγις εἶχον ἱκανά· τοὺς δʼ ἐκ τῶν ἀφράκτων ὁρῶν ἀνόπλους ὄντας τὰ τῶν ἀσπίδων ἔλυτρα ῥάβδοις διέτεινε καὶ τῇ φαντασίᾳ τὸν τῆς ἀσπίδος κύκλον μιμησάμενος ἀνέδωκεν αὐτοῖς πρὸς μὲν τὴν χρείαν οὐδαμῶς ἐπιτήδεια, πρὸς δὲ τὴν πόρρωθεν ὁρωμένην ὄψιν δυνάμενα δόξαν ὅπλων ἐμποιῆσαι τοῖς ἀγνοοῦσι τἀληθές.
18.6 ἃ δὴ πυθόμενος Μίνδαρος ὁ τῶν Πελοποννησίων ναύαρχος, εὐθέως ἐξ Ἀβύδου μετὰ παντὸς ἀνήχθη τοῦ στόλου, καὶ κατέπλει πρὸς τὸ Δαρδάνειον μετὰ νεῶν τεσσάρων πρὸς ταῖς ὀγδοήκοντα, βοηθήσων τοῖς μετὰ τοῦ Δωριέως· συμπαρῆν δὲ καὶ τὸ πεζὸν στράτευμα τοῦ Φαρναβάζου, βοηθοῦν τοῖς Λακεδαιμονίοις.
40.3 ὁρῶν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τὸ πλῇθος τῆς βαρβαρικῆς ἵππου καὶ δυνάμεως ἀφῆκεν εἰς τὸ στρατόπεδον κατὰ πλείονας τόπους γλαῦκας, ἃς ἐκ χρόνου παρεσκεύαστο πρὸς τὰς ἀθυμίας τῶν πολλῶν·
18.7 ὡς δʼ ἐγγὺς ἀλλήλων ἐγενήθησαν οἱ στόλοι, διέταξαν ἀμφότεροι τὰς τριήρεις εἰς ναυμαχίαν· καὶ Μίνδαρος μὲν ἔχων ἑπτὰ πρὸς ταῖς ἐνενήκοντα ναυσὶν ἐπὶ μὲν τὸ λαιὸν κέρας ἔταξε Συρακοσίους, τοῦ δεξιοῦ δʼ αὐτὸς εἶχε τὴν ἡγεμονίαν· τῶν δʼ Ἀθηναίων τοῦ μὲν δεξιοῦ μέρους Θρασύβουλος ἡγεῖτο, τοῦ δʼ ἑτέρου Θράσυλλος.
40.4 αὗται δὲ διὰ τῆς φάλαγγος πετόμεναι καὶ προσκαθίζουσαι ταῖς ἀσπίσι καὶ τοῖς κράνεσιν εὐθαρσεῖς ἐποίουν τοὺς στρατιώτας, ἑκάστων οἰωνιζομένων διὰ τὸ δοκεῖν ἱερὸν εἶναι τὸ ζῷον τῆς Ἀθηνᾶς.
18.8 τοῦτον δὲ τὸν τρόπον αὐτῶν ἐξηρτυμένων, οἱ μὲν ἡγεμόνες αὐτῶν ἦραν τὸ σύσσημον τῆς μάχης, οἱ σαλπικταὶ δὲ ἀφʼ ἑνὸς παραγγέλματος ἤρξαντο σημαίνειν τὸ πολεμικόν· καὶ τῶν μὲν ἐρετῶν οὐθὲν ἐλλειπόντων προθυμίας, τῶν δὲ κυβερνητῶν ἐντέχνως τοῖς οἴαξι χρωμένων, καταπληκτικὸν συνέβαινε γίνεσθαι τὸν ἀγῶνα.
13.5 ταῦτα δέ, καίπερ ἄν τισι δόξαντα κενὴν ἔχειν ἐπίνοιαν, πολλάκις αἴτια γίνεται μεγάλων προτερημάτων. ὃ καὶ τότε συνέβη γενέσθαι· ἐμπεσόντος γὰρ εἰς τὰ πλήθη θάρσους καὶ διαδοθέντων λόγων ὡς τὸ θεῖον αὐτοῖς φανερῶς προσημαίνει νίκην, παραστατικώτερον τὸν κίνδυνον ὑπέμειναν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi