Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 14

30.3 συμπάθειαν οὐδεμίαν λαμβάνοντες. πολεμοῦσι δὲ πρὸς ἀλλήλους οὐχ ὁμοίως τοῖς Ἕλλησιν ὑπὲρ γῆς ἤ τινων ἄλλων ἐγκλημάτων, ἀλλʼ ὑπὲρ τῆς ἐπιγινομένης ἀεὶ νομῆς. ἐν δὲ ταῖς φιλονεικίαις τὸ μὲν πρῶτον ἀλλήλους τοῖς λίθοις βάλλουσι, μέχρι ἄν τινες τρωθῶσι, καὶ τὸ λοιπὸν ἐπὶ τὸν τῶν τόξων ἀγῶνα καταντῶσι. πολλοὶ δὲ ἐν ἀκαρεῖ χρόνῳ τελευτῶσιν, ὡς ἂν εὐστόχως μὲν βαλλόντων διὰ τὴν ἐν τούτοις ἄθλησιν, τὸν δὲ σκοπὸν ἐχόντων γυμνὸν τῶν σκεπαστηρίων ὅπλων.
56.4 διαλύουσι δὲ τὴν μάχην τῶν γυναικῶν αἱ πρεσβύτεραι, προαλλόμεναι μὲν εἰς τὸ μέσον, ἐντροπῆς δὲ τυγχάνουσαι· νόμιμον γάρ ἐστιν αὐτοῖς ταύτας κατὰ μηδένα τῶν τρόπων τύπτειν, ὅθεν ἅμα τῷ φανῆναι παύονται τοῦ τοξεύειν.
20.8 καταπλεύσας δʼ εἰς Πάρον καὶ καταλαβὼν ὀλιγαρχίαν ἐν τῇ πόλει, τῷ μὲν δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησε, παρὰ δὲ τῶν ἁψαμένων τῆς ὀλιγαρχίας χρημάτων πλῆθος εἰσεπράξατο.
31.5 οἱ δὲ διὰ τὸ γῆρας οὐ δυνάμενοι ταῖς ποίμναις ἀκολουθεῖν βοὸς οὐρᾷ τὸν αὐχένα περισφίγξαντες ἑαυτῶν ἀπολύονται τοῦ ζῆν προθύμως· τοῦ δὲ τὸν θάνατον ἀναβαλλομένου τὴν ἐξουσίαν ὁ βουλόμενος ἔχει τὸν δεσμὸν ὡς ἐπʼ εὐνοίᾳ περιθεῖναι καὶ μετὰ νουθετήσεως στερῆσαι τοῦ ζῆν.
22.1 συνέβη δὲ περὶ τοῦτον τὸν χρόνον ἐν τῇ Κορκύρᾳ γενέσθαι μεγάλην στάσιν καὶ σφαγήν, ἣν διʼ ἑτέρας μὲν αἰτίας λέγεται γενέσθαι, μάλιστα δὲ διὰ τὴν ὑπάρχουσαν αὐτοῖς πρὸς ἀλλήλους ἔχθραν.
31.6 ὁμοίως δὲ νόμιμον αὐτοῖς ἐστι τοὺς πηρωθέντας ἢ νόσοις δυσιάτοις συνεχομένους ἐξάγειν ἐκ τοῦ ζῆν· μέγιστον γὰρ τῶν κακῶν ἡγοῦνται τὸ φιλοψυχεῖν τὸν μηδὲν ἄξιον τοῦ ζῆν πράττειν δυνάμενον. διὸ καὶ πάντας μὲν ἰδεῖν ἔστι τοὺς Τρωγλοδύτας ἀρτίους μὲν τοῖς σώμασιν, ἰσχύοντας δʼ ἔτι ταῖς ἡλικίαις, ὡς ἂν μηδενὸς ὑπερβάλλοντος τὰ ἑξήκοντα ἔτη.
22.2 ἐν οὐδεμιᾷ γάρ ποτε πόλει τοιοῦτοι πολιτῶν φόνοι συνετελέσθησαν οὐδὲ μείζων ἔρις καὶ φιλονεικία πρὸς ὄλεθρον ἀνήκουσα. δοκοῦσι γὰρ οἱ μὲν ἀναιρεθέντες ὑπʼ ἀλλήλων πρὸ ταύτης τῆς στάσεως γεγονέναι περὶ χιλίους καὶ πεντακοσίους, καὶ πάντες οὗτοι πρωτεύοντες τῶν πολιτῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi