Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 14

50.1 αὐτοὶ δʼ εἰς τρία μέρη διείλαντο τὸ ναυτικόν, καὶ τοῦ μὲν ἦρχεν Ἀλκιβιάδης, τοῦ δὲ Θηραμένης, τοῦ δὲ τρίτου Θρασύβουλος. Ἀλκιβιάδης μὲν οὖν μετὰ τοῦ καθʼ αὑτὸν μέρους πολὺ προέπλευσε τῶν ἄλλων, βουλόμενος προκαλέσασθαι τοὺς Λακεδαιμονίους εἰς ναυμαχίαν· Θηραμένης δὲ καὶ Θρασύβουλος ἐφιλοτέχνουν εἰς τὸ κυκλώσασθαι καὶ τῆς εἰς τὴν πόλιν ἐπανόδου τοὺς ἐκπλεύσαντας εἶρξαι.
58.5 οἱ δʼ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται. ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθάσευτα καθεστῶτα τὴν ἀπὸ τῶν ὀφρύων πρόσοψιν αὐστηροτέραν ἔχει. ταῖς δὲ θηλείαις ἰδιώτατον συμβαίνει τὸ τὴν μήτραν ἐκτὸς τοῦ σώματος φέρειν πάντα τὸν χρόνον.
50.2 Μίνδαρος δὲ τὰς μὲν Ἀλκιβιάδου ναῦς εἴκοσι μόνας ὁρῶν προσφερομένας, τὰς δʼ ἄλλας ἀγνοῶν, κατεφρόνησε, καὶ ναυσὶν ὀγδοήκοντα θρασέως ἐκ τῆς πόλεως τὸν ἐπίπλουν ἐποιήσατο. ὡς δὲ πλησίον ἐγένετο τῶν περὶ τὸν Ἀλκιβιάδην, οἱ μὲν Ἀθηναῖοι, καθάπερ ἦν αὐτοῖς παρηγγελμένον, προσεποιοῦντο φεύγειν, οἱ δὲ Πελοποννήσιοι περιχαρεῖς ὄντες ἠκολούθουν κατὰ σπουδὴν ὡς νικῶντες.
58.6 ὁ δὲ λεγόμενος κῆπος ὠνόμασται μὲν ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας, τὸ δὲ πρόσωπον ἔχων ὅμοιον λέοντι τὸ λοιπὸν σῶμα φέρει πάνθηρι παραπλήσιον, πλὴν τοῦ μεγέθους, ὃ παρισοῦται δορκάδι.
50.3 ὁ δὲ Ἀλκιβιάδης ἐπειδὴ τῆς πόλεως αὐτοὺς ἀπέσπασε πορρωτέρω, τὸ σύσσημον ἦρεν· οὗ γενηθέντος αἱ μετʼ Ἀλκιβιάδου τριήρεις ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν ἀντίπρῳροι τοῖς πολεμίοις, Θηραμένης δὲ καὶ Θρασύβουλος ἔπλεον ἐπὶ τὴν πόλιν καὶ τὸν ἀπόπλουν τῶν Λακεδαιμονίων ὑπετέμοντο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi