Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 14

36.5 μεγάλης δʼ οὔσης καὶ παραδόξου τῆς ἐπιβολῆς, ἡ τύχη συνεργήσασα ταῖς ἐπινοίαις αὐτῶν καὶ τὸ τέλος οἰκεῖον περιεποίησε τῆς πράξεως. σκοπεύσαντες γὰρ ἕνα τῶν ὄφεων τριάκοντα πηχῶν διατρίβοντα περὶ τὰς συστάσεις τῶν ὑδάτων, τὸν μὲν ἄλλον χρόνον ἀκίνητον τοῦ σώματος τὸ κύκλωμα τηροῦντα, κατὰ δὲ τὰς ἐπιφανείας τῶν διὰ τὴν δίψαν ζῴων φοιτώντων ἐπὶ τὸν τόπον ἄφνω διανιστάμενον, καὶ τῷ μὲν στόματι διαρπάζοντα, τῷ δὲ σπειράματι καταπλέκοντα τὸν ὄγκον τῶν φανέντων ζῴων, ὥστε μηδενὶ τρόπῳ δύνασθαι τὸ παραπεσὸν ἐκφυγεῖν —, προμήκους οὖν ὄντος τοῦ ζῴου καὶ νωθροῦ τὴν φύσιν ἐλπίσαντες βρόχοις καὶ σειραῖς κυριεύσειν, τὸ μὲν πρῶτον παρῆσαν ἐπʼ αὐτὸ τεθαρρηκότες,
27.5 τούτων δὲ καταπεπονημένων οἱ περὶ τὸν Θηραμένην ὥρμησαν τοῖς μετʼ Ἀλκιβιάδου κινδυνεύσασι βοηθῆσαι. συνδραμουσῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον, ὁ μὲν Μίνδαρος οὐ κατεπλάγη τὴν ἔφοδον τῶν περὶ Θηραμένην, ἀλλὰ διελόμενος τοὺς Πελοποννησίους τοῖς μὲν ἡμίσεσιν ἀπήντα τοῖς ἐπιοῦσι, τοὺς δʼ ἡμίσεις αὐτὸς ἔχων, καὶ δεόμενος ἑκάστου μὴ καταισχῦναι τὸ τῆς Σπάρτης ἀξίωμα, καὶ ταῦτα πεζομαχοῦντας, ἀντετάχθησαν τοῖς περὶ τὸν Ἀλκιβιάδην.
60.6 ἔχοντες ἐξηρτυμένα πάντα τὰ πρὸς τὴν χρείαν, ὡς δʼ ἐπλησίαζον, ἀεὶ μᾶλλον ἐξεπλήττοντο τῷ δέει, θεωροῦντες ὄμμα πυρωπὸν καὶ λιχμωμένην πάντῃ τὴν γλῶτταν, ἔτι δὲ τῇ τραχύτητι τῶν φολίδων ἐν τῇ διὰ τῆς ὕλης πορείᾳ καὶ παρατρίψει ψόφον ἐξαίσιον κατασκευάζοντα, τὸ μέγεθός τε τῶν ὀδόντων ὑπερφυὲς καὶ στόματος ἀγρίαν πρόσοψιν καὶ κυκλώματος ἀνάστημα παράδοξον.
25.6 περὶ δὲ τῶν νεῶν ἡρωικὴν συστησάμενος μάχην, καὶ πρὸ πάντων αὐτὸς κινδυνεύων, πολλοὺς μὲν ἀνεῖλε τῶν ἀντιτεταγμένων, τὸ δὲ τελευταῖον ἀξίως τῆς πατρίδος ἀγωνισάμενος ὑπὸ τῶν περὶ τὸν Ἀλκιβιάδην ἀνῃρέθη. τούτου δὲ πεπτωκότος οἵ τε Πελοποννήσιοι καὶ πάντες οἱ σύμμαχοι συνέδραμον καὶ καταπλαγέντες εἰς φυγὴν ὥρμησαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi