Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 14

32.10 οἱ δὲ Καρχηδόνιοι τὰ μὲν διὰ τὴν τῶν ἰδίων ταραχήν, τὰ δὲ διὰ τὴν τῶν πολεμίων ἐπιφάνειαν ἐλαττούμενοι, μάλιστα δὲ διὰ τὴν ἀπειρίαν τῶν τόπων καὶ στενοχωρίαν ἀπορούμενοι πρὸς φυγὴν ἐτράπησαν. οὐκ ἐχόντων δὲ τῶν τόπων εὐρυχωρῆ διέξοδον οἱ μὲν ὑπὸ τῶν ἰδίων ἱππέων συνεπατοῦντο πολλῶν ὄντων, οἱ δὲ πρὸς ἀλλήλους ὡς πολέμιοι διεμάχοντο, τῆς ἀγνοίας ἐπισχούσης διὰ τὴν νύκτα.
60.2 ἀπροσδοκήτως δὲ τοῖς πολεμίοις ἀπαντήσαντες εἰς ἔκπληξιν ἤγαγον τοὺς βαρβάρους, νομίζοντας ἥκειν τοὺς συμμάχους τοῖς πολιορκουμένοις. πολὺ δὲ ταῖς τόλμαις ὑπερέχοντες καὶ ταῖς εὐχειρίαις, καὶ τὸ μέγιστον, μιᾶς ἐλπίδος εἰς σωτηρίαν ὑποκειμένης, εἰ τῇ μάχῃ κρατήσειαν, εὐθὺ τοὺς πρώτους ὑποστάντας ἀνεῖλον.
32.11 Ἀμίλκας δὲ τὸ μὲν πρῶτον ὑπέστη τοὺς πολεμίους εὐρώστως καὶ τοὺς περὶ αὑτὸν τεταγμένους ἠξίου συγκινδυνεύειν· μετὰ δὲ ταῦτα διὰ τὴν ταραχὴν καὶ τὸν φόβον ἐγκαταλιπόντων αὐτὸν τῶν στρατιωτῶν μονωθεὶς ὑπὸ τῶν Συρακοσίων συνηρπάγη.
37.3 τοῦ δὲ πλήθους τῶν βαρβάρων συντρέχοντος ἐν ἀταξίᾳ πολλῇ διὰ τὸ μηδέποτʼ ἂν ἐλπίσαι τοὺς συγκεκλεισμένους τηλικαῦτα τολμήσειν, οὐ μετρίως ἠλαττοῦντο· εἰς ἕνα γὰρ τόπον ὀκτὼ μυριάδων συνδραμουσῶν ἀτάκτως συνέβαινε τοὺς βαρβάρους ἀλλήλοις ἐμπίπτειν καὶ πλείονα πάσχειν ὑφʼ ἑαυτῶν ἤπερ ὑπὸ τῶν πολεμίων.
30.1 εἰκότως δʼ ἄν τις παρασημήναιτο τὴν ἀνωμαλίαν τῆς τύχης καὶ τὸ παράλογον τῶν παρὰ τὰς ὑπολήψεις συντελουμένων παρʼ ἀνθρώποις. Ἀγαθοκλῆς μὲν γὰρ ἀνδρείᾳ διαφέρων καὶ πολλὴν δύναμιν ἐσχηκὼς τὴν συναγωνισαμένην περὶ τὸν Ἱμέραν οὐ μόνον ὑπὸ τῶν βαρβάρων ἡττήθη κατὰ κράτος, ἀλλὰ καὶ τῆς στρατιᾶς τὴν κρατίστην καὶ πλείστην ἀπέβαλεν· οἱ δὲ τειχήρεις ἀποληφθέντες ἐν ταῖς Συρακούσσαις μικρῷ μέρει τῶν προηττηθέντων οὐ μόνον τὴν πολιορκήσασαν δύναμιν ἐχειρώσαντο τῶν Καρχηδονίων, ἀλλὰ καὶ τὸν στρατηγὸν Ἀμίλκαν, ἐπιφανέστατον ὄντα τῶν πολιτῶν, ἐζώγρησαν· καὶ τὸ θαυμασιώτατον, δώδεκα μυριάδας πεζῶν καὶ πεντακισχιλίους ἱππεῖς ὀλίγος ἀριθμὸς πολεμίων, προσλαβόμενος ἀπάτην καὶ τόπον, κατὰ κράτος ἥττησεν, ὥστʼ ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι πολλὰ τὰ κενὰ τοῦ πολέμου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi