Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 15

40.1 κατὰ δὲ τὴν Ἑλλάδα Θρασύβουλος πεμφθεὶς παρʼ Ἀθηναίων μετὰ νεῶν τριάκοντα καὶ πολλῶν ὁπλιτῶν σὺν ἱππεῦσιν ἑκατὸν κατέπλευσεν εἰς τὴν Ἔφεσον· ἐκβιβάσας δὲ τὴν δύναμιν κατὰ δύο τόπους προσβολὰς ἐποιήσατο. τῶν δʼ ἔνδον ἐπεξελθόντων καρτερὰν συνέβη μάχην συστῆναι· πανδημεὶ δὲ τῶν Ἐφεσίων ἀγωνισαμένων τετρακόσιοι μὲν τῶν Ἀθηναίων ἔπεσον, τοὺς δʼ ἄλλους ὁ Θρασύβουλος ἀναλαβὼν εἰς τὰς ναῦς ἐξέπλευσεν εἰς Λέσβον.
48.2 τῶν δʼ ἄλλων τοὺς ὀνομαζομένους πλάνητας τοὺς μὲν μείζονας τῶν παρʼ ἡμῖν, ἑτέρους δὲ μηδὲ τὰς ὁμοίας ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι· τὸν δʼ ἥλιον οὐχ ὥσπερ παρʼ ἡμῖν βραχὺ πρὸ τῆς ἰδίας ἀνατολῆς προαποστέλλειν τὸ φῶς, ἀλλʼ ἔτι νυκτὸς οὔσης σκοταίου παραδόξως ἄφνω φανέντα ἐκλάμπειν.
40.2 οἱ δὲ περὶ Κύζικον ὄντες τῶν Ἀθηναίων στρατηγοὶ πλεύσαντες ἐπὶ Χαλκηδόνα, Χρυσόπολιν ᾤκισαν φρούριον καὶ τὴν ἱκανὴν αὐτῷ κατέλιπον δύναμιν· τοῖς δʼ ἐπὶ τούτων κατασταθεῖσι προσέταξαν δεκάτην πράττεσθαι τοὺς ἐκ τοῦ Πόντου πλέοντας.
48.3 διὸ καὶ μηδέποθʼ ἡμέραν μὲν ἐν ἐκείνοις τοῖς τόποις γίνεσθαι πρὶν ὁραθῆναι τὸν ἥλιον, ἐκ μέσου δὲ τοῦ πελάγους φασὶν ἀναφαινόμενον αὐτὸν ὁρᾶσθαι μὲν ἄνθρακι παραπλήσιον τῷ πυρωδεστάτῳ, σπινθῆρας δʼ ἀφʼ ἑαυτοῦ μεγάλους ἀπορρίπτειν, καὶ τῷ τύπῳ μὴ κωνοειδῆ φαίνεσθαι, καθάπερ ἡμεῖς δοξάζομεν, ἀλλὰ κίονι τὸν τύπον ἔχειν ἐμφερῆ, μικρὸν ἐμβριθεστέραν ἔχοντι τὴν ἀπὸ τῆς κεφαλῆς ἐπιφάνειαν, πρὸς δὲ τούτοις μήτʼ αὐγὴν ποιεῖν μήτʼ ἀκτῖνας βάλλειν ἄχρι πρώτης ὥρας, φαινομένου πυρὸς ἀλαμποῦς ἐν σκότει· δευτέρας δʼ ἀρχομένης ἀσπιδοειδῆ γίνεσθαι καὶ τὸ φῶς βάλλειν ἀπότομον καὶ πυρῶδες καθʼ ὑπερβολήν.
40.3 μετὰ δὲ ταῦτα διελομένων αὐτῶν τὰς δυνάμεις, Θηραμένης μὲν μετὰ πεντήκοντα νεῶν κατελείφθη πολιορκήσων Χαλκηδόνα καὶ Βυζάντιον, Θρασύβουλος δὲ περὶ Θρᾴκην πεμφθεὶς τὰς ἐν τούτοις τοῖς τόποις πόλεις προσηγάγετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi