Kitap 16
60.2
φασὶ δʼ αὐτὸν τὰ περὶ τὴν ἀστρολογίαν ἐξακριβῶσαι. καὶ τὸν σφαιρικὸν λόγον εἰς ἀνθρώπους πρῶτον ἐξενεγεῖν· ἀφʼ ἧς αἰτίας δόξαι τὸν σύμπαντα κόσμον ἐπὶ τῶν Ἄτλαντος ὤμων ὀχεῖσθαι, τοῦ μύθου τὴν τῆς σφαίρας εὕρεσιν καὶ καταγραφὴν αἰνιττομένου. γενέσθαι δʼ αὐτῷ πλείους υἱούς, ὧν ἕνα διενεγκεῖν εὐσεβείᾳ καὶ τῇ πρὸς τοὺς ἀρχομένους δικαιοσύνῃ καὶ φιλανθρωπίᾳ, τὸν προσαγορευόμενον Ἕσπερον.
50.4
οἱ δʼ Ἀθηναῖοι περὶ πεντακοσίους ὄντες κατεπλάγησαν τὸ μέγεθος τῆς δυνάμεως, καὶ διεξελθόντες ἐξέλιπον τὸ χωρίον ὑπόσπονδοι. Καλλικρατίδας δὲ τὸ μὲν φρούριον παραλαβὼν κατέσκαψεν, ἐπὶ δὲ Τηίους πλεύσας, καὶ νυκτὸς παρεισπεσὼν ἐντὸς τῶν τειχῶν, διήρπασε τὴν πόλιν.
60.3
τοῦτον δʼ ἐπὶ τὴν κορυφὴν τοῦ Ἄτλαντος ὄρους ἀναβαίνοντα καὶ τὰς τῶν ἄστρων παρατηρήσεις ποιούμενον ἐξαίφνης ὑπὸ πνευμάτων συναρπαγέντα μεγάλων ἄφαντον γενέσθαι· διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ τὸ πάθος τὰ πλήθη ἐλεήσαντα τιμὰς ἀθανάτους ἀπονεῖμαι καὶ τὸν ἐπιφανέστατον τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων ὁμωνύμως ἐκείνῳ προσαγορεῦσαι.
52.5
μετὰ δὲ ταῦτα πλεύσας εἰς Λέσβον, τῇ Μηθύμνῃ προσέβαλε μετὰ τῆς δυνάμεως παρʼ Ἀθηναίων ἐχούσῃ φρουράν. ποιησάμενος δὲ συνεχεῖς προσβολὰς ἐν ἀρχῇ μὲν οὐδὲν ἤνυε, μετʼ ὀλίγον δέ τινων ἐνδόντων αὐτῷ τὴν πόλιν παρεισέπεσεν ἐντὸς τῶν τειχῶν, καὶ τὰς μὲν κτήσεις διήρπασε, τῶν δʼ ἀνδρῶν φεισάμενος ἀπέδωκε τοῖς Μηθυμναίοις τὴν πόλιν.
60.4
ὑπάρξαι δʼ Ἄτλαντι καὶ θυγατέρας ἑπτά, τὰς κοινῶς μὲν ἀπὸ τοῦ πατρὸς καλουμένας Ἀτλαντίδας, ἰδίᾳ δʼ ἑκάστην ὀνομαζομένην Μαῖαν, Ἠλέκτραν, Ταϋγέτην, Στερόπην, Μερόπην, Ἁλκυόνην, καὶ τελευταίαν Κελαινώ. ταύτας δὲ μιγείσας τοῖς ἐπιφανεστάτοις ἥρωσι καὶ θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ πλείστου γένους τῶν ἀνθρώπων, τεκούσας τοὺς διʼ ἀρετὴν θεοὺς καὶ ἥρωας ὀνομασθέντας, οἷον τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν Ἑρμῆν τεκνῶσαι, πολλῶν εὑρετὴν γενόμενον τοῖς ἀνθρώποις· παραπλησίως δὲ καὶ τὰς ἄλλας Ἀτλαντίδας γεννῆσαι παῖδας ἐπιφανεῖς, ὧν τοὺς μὲν ἐθνῶν, τοὺς δὲ πόλεων γενέσθαι κτίστας.