Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 16

88.5 διμήτορα δὲ τὸν Διόνυσον ὑπὸ τῶν παλαιῶν ὠνομάσθαι, μιᾶς μὲν καὶ πρώτης γενέσεως ἀριθμουμένης ὅταν τὸ φυτὸν εἰς τὴν γῆν τεθὲν λαμβάνῃ τὴν αὔξησιν, δευτέρας δʼ ὅταν βρίθῃ καὶ τοὺς βότρυς πεπαίνῃ, ὥστε τὴν μὲν ἐκ γῆς, τὴν δʼ ἐκ τῆς ἀμπέλου γένεσιν τοῦ θεοῦ νομίζεσθαι.
54.7 αὐτὸς μὲν οὖν ὁ Κόνων τὰς τριήρεις ἔχων ἐναυμάχει, πληρώσας τὸν μεταξὺ τόπον τῶν διαφραγμάτων· οἱ δʼ ἐπὶ τῶν μεγάλων πλοίων ἐφεστῶτες ἐπέρριψαν ταῖς τῶν πολεμίων ναυσὶ τοὺς ἀπὸ τῶν κεραιῶν λίθους· οἱ δʼ ἐπὶ ταῖς χηλαῖς τοῦ λιμένος τεταγμένοι διεκώλυον τοὺς ἀποτολμῶντας εἰς τὴν γῆν ἀποβαίνειν.
88.6 παραδεδωκότων δὲ τῶν μυθογράφων καὶ τρίτην γένεσιν, καθʼ ἥν φασι τὸν θεὸν ἐκ Διὸς καὶ Δήμητρος τεκνωθέντα διασπασθῆναι μὲν ὑπὸ τῶν γηγενῶν καὶ καθεψηθῆναι, πάλιν δʼ ὑπὸ τῆς Δήμητρος τῶν μελῶν συναρμοσθέντων ἐξ ἀρχῆς νέον γεννηθῆναι, εἰς φυσικάς τινας αἰτίας μετάγουσι τοὺς τοιούτους λόγους.
53.1 οἱ δὲ Πελοποννήσιοι τῆς τῶν Ἀθηναίων φιλοτιμίας ἐλείποντο οὐδέν. ταῖς γὰρ ναυσὶν ἀθρόαις ἐπιπλεύσαντες, καὶ τοὺς ἀρίστους ἄνδρας ἐπὶ τὰ καταστρώματα τάξαντες, τὴν ναυμαχίαν ἅμα καὶ πεζὴν ἐποιοῦντο μάχην· βιαζόμενοι γὰρ εἰς τὰς τῶν ἀντιτεταγμένων ναῦς ταῖς πρῴραις ἐπέβαινον τετολμηκότως, ὡς οὐχ ὑποστησομένων τὸ δεινὸν τῶν προηττημένων.
88.7 Διὸς μὲν γὰρ καὶ Δήμητρος αὐτὸν λέγεσθαι διὰ τὸ τὴν ἄμπελον ἔκ τε γῆς καὶ ὄμβρων λαμβάνουσαν τὴν αὔξησιν καρποφορεῖν τὸν ἐκ τοῦ βότρυος ἀποθλιβόμενον οἶνον· τὸ δʼ ὑπὸ τῶν γηγενῶν νέον ὄντα διασπασθῆναι δηλοῦν τὴν ὑπὸ τῶν γεωργῶν συγκομιδὴν τῶν καρπῶν, διὰ τὸ τοὺς ἀνθρώπους τὴν γῆν Δήμητραν νομίζειν· τὴν δὲ καθέψησιν τῶν μελῶν μεμυθοποιῆσθαι διὰ τὸ τοὺς πλείστους ἕψειν τὸν οἶνον καὶ μίσγοντας εὐωδεστέραν αὐτοῦ καὶ βελτίονα τὴν φύσιν κατασκευάζειν· τὸ δὲ τὰ ὑπὸ τῶν γηγενῶν λυμανθέντα τῶν μελῶν ἁρμοσθέντα πάλιν ἐπὶ τὴν προγεγενημένην φύσιν ἀποκαθίστασθαι παρεμφαίνειν ὅτι πάλιν ἡ γῆ τὴν τρυγηθεῖσαν ἄμπελον καὶ τμηθεῖσαν ταῖς κατʼ ἔτος ὥραις εἰς τὴν προϋπάρξασαν ἐν τῷ καρποφορεῖν ἀκμὴν ἀποκαθίστησι. καθόλου γὰρ ὑπὸ τῶν ἀρχαίων ποιητῶν καὶ μυθογράφων τὴν Δήμητραν γῆν μητέρα προσαγορεύεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi