Kitap 16
53.2
οἱ δʼ Ἀθηναῖοι καὶ Μιτυληναῖοι μίαν ὁρῶντες ἀπολειπομένην σωτηρίαν τὴν ἐκ τῆς νίκης, εὐγενῶς ἀποθνήσκειν ἔσπευδον ὑπὲρ τοῦ μὴ λιπεῖν τὴν τάξιν. κατεχούσης δὲ φιλοτιμίας ἀνυπερβλήτου τὰ στρατόπεδα πολὺς ἐγένετο φόνος, ἁπάντων ἀφειδῶς τὰ σώματα τοῖς κινδύνοις παραρριπτόντων.
88.8
σύμφωνα δὲ τούτοις εἶναι τά τε δηλούμενα διὰ τῶν Ὀρφικῶν ποιημάτων καὶ τὰ παρεισαγόμενα κατὰ τὰς τελετάς, περὶ ὧν οὐ θέμις τοῖς ἀμυήτοις ἱστορεῖν τὰ κατὰ μέρος.
53.3
οἱ μὲν γὰρ ἐπὶ τῶν καταστρωμάτων ὑπὸ τοῦ πλήθους τῶν εἰς αὐτοὺς φερομένων βελῶν κατετιτρώσκοντο, καὶ τινὲς μὲν ἐπικαίρως πληγέντες ἔπιπτον εἰς τὴν θάλατταν, τινὲς δʼ οὐκ αἰσθανόμενοι θερμῶν ἔτι τῶν πληγῶν οὐσῶν διηγωνίζοντο· πλεῖστοι δʼ ὑπὸ τῶν λιθοφόρων κεραιῶν ἔπιπτον, ὡς ἂν ἐξ ὑπερδεξίων τόπων βαλλόντων λίθους ὑπερμεγέθεις τῶν Ἀθηναίων.
88.9
ὁμοίως δὲ καὶ τὴν ἐκ Σεμέλης γένεσιν εἰς φυσικὰς ἀρχὰς ἀνάγουσιν, ἀποφαινόμενοι Θυώνην ὑπὸ τῶν ἀρχαίων τὴν γῆν ὠνομάσθαι, καὶ τεθεῖσθαι τὴν προσηγορίαν καὶ Σεμέλην μὲν ἀπὸ τοῦ σεμνὴν εἶναι τῆς θεοῦ ταύτης τὴν ἐπιμέλειαν καὶ τιμήν, Θυώνην δʼ ἀπὸ τῶν θυομένων αὐτῇ θυσιῶν καὶ θυηλῶν.
55.4
οὐ μὴν ἀλλὰ τῆς μάχης ἐπὶ πολὺν χρόνον γενομένης, καὶ πολλῶν παρʼ ἀμφοτέροις ἀπολλυμένων, ὁ Καλλικρατίδας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας, βουλόμενος αὐτοὺς διαναπαῦσαι.
88.10
δὶς δʼ αὐτοῦ τὴν γένεσιν ἐκ Διὸς παραδεδόσθαι διὰ τὸ δοκεῖν μετὰ τῶν ἄλλων ἐν τῷ κατὰ τὸν Δευκαλίωνα κατακλυσμῷ φθαρῆναι καὶ τούτους τοὺς καρπούς, καὶ μετὰ τὴν ἐπομβρίαν πάλιν ἀναφύντων ὡσπερεὶ δευτέραν ἐπιφάνειαν ταύτην ὑπάρξαι τοῦ θεοῦ παρʼ ἀνθρώποις, καθʼ ἣν ἐκ τοῦ Διὸς μηροῦ γενέσθαι πάλιν τὸν θεὸν τοῦτον μεμυθοποιῆσθαι. οἱ μὲν οὖν τὴν χρείαν καὶ δύναμιν τοῦ κατὰ τὸν οἶνον εὑρήματος ἀποφαινόμενοι Διόνυσον ὑπάρχειν τοιαῦτα περὶ αὐτοῦ μυθολογοῦσι.
55.5
μετὰ δέ τινα καιρὸν πάλιν πληρώσας τὰς ναῦς, καὶ πολὺν διαγωνισάμενος χρόνον, μόγις τῷ τε πλήθει τῶν νεῶν καὶ τῇ ῥώμῃ τῶν ἐπιβατῶν ἐξέωσε τοὺς Ἀθηναίους. ὧν συμφυγόντων εἰς τὸν ἐν τῇ πόλει λιμένα, διέπλευσε τὰ διαφράγματα, καὶ καθωρμίσθη πλησίον τῆς πόλεως τῶν Μιτυληναίων.