Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 16

55.5 τέλος δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς Καρχηδόνα συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῷ πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα μυριάδων, ὡς δʼ Ἔφορος, τριάκοντα μυριάδες. Καρχηδόνιοι μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον καὶ φορτηγὰ πλοῖς συνήγαγον πλείω τῶν χιλίων·
51.4 ὁ δὲ Δημήτριος νοήσας αὐτοῦ τὴν ἐπιβολὴν ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, τὰς δὲ ναῦς ἁπάσας πληρώσας καὶ τῶν στρατιωτῶν τοὺς κρατίστους ἐμβιβάσας βέλη καὶ πετροβόλους ἐνέθετο καὶ τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς ἱκανοὺς ταῖς πρῴραις ἐπέστησε.
55.6 προαποστειλάντων δʼ αὐτῶν εἰς Σικελίαν τεσσαράκοντα τριήρεις, οἱ Συρακόσιοι κατὰ τάχος ταῖς παραπλησίαις ναυσὶν ἐπεφάνησαν ἐν τοῖς περὶ τὸν Ἔρυκα τόποις. γενομένης δὲ ναυμαχίας ἐπὶ πολὺν χρόνον πεντεκαίδεκα μὲν τῶν Φοινισσῶν νεῶν διεφθάρησαν, αἱ δʼ ἄλλαι νυκτὸς ἐπιγενομένης ἔφυγον εἰς τὸ πέλαγος.
51.5 κοσμήσας δὲ πολυτελῶς πρὸς ναυμαχίαν τὸν στόλον περιέπλευσε τὴν πόλιν καὶ κατὰ τὸ στόμα τοῦ λιμένος μικρὸν ἔξω βέλους ἀφεὶς τὰς ἀγκύρας διενυκτέρευσεν, ἅμα μὲν τὰς ἐκ τῆς πόλεως ναῦς κωλύων συμμῖξαι ταῖς ἄλλαις, ἅμα δὲ καραδοκῶν τὸν ἐπίπλουν τῶν πολεμίων καὶ πρὸς ναυμαχίαν ὢν ἕτοιμος.
56.7 ἀπαγγελθείσης δὲ τῆς ἥττης τοῖς Καρχηδονίοις, Ἀννίβας ὁ στρατηγὸς ἐξέπλευσε μετὰ νεῶν πεντήκοντα· ἔσπευδε γὰρ τοὺς μὲν Συρακοσίους κωλῦσαι χρήσασθαι τῷ προτερήματι, ταῖς δὲ ἰδίαις δυνάμεσιν ἀσφαλῆ παρασκευάσαι τὸν κατάπλουν.
76.6 τοῦ δὲ Πτολεμαίου πλέοντος ἐπὶ τὴν Σαλαμῖνα καὶ τῶν ὑπηρετικῶν πλοίων συνεπομένων πόρρωθεν καταπληκτικὸν ὁρᾶσθαι συνέβαινε τὸν στόλον διὰ τὸ πλῆθος.
81.1 διαβοηθείσης δὲ τῆς Ἀννίβα βοηθείας κατὰ τὴν νῆσον, ἅπαντες προσεδόκων καὶ τὰς δυνάμεις εὐθέως διαβιβασθήσεσθαι. αἱ δὲ πόλεις τὸ μέγεθος τῆς παρασκευῆς ἀκούουσαι, καὶ συλλογιζόμεναι τὸν ἀγῶνα περὶ τῶν ὅλων ἐσόμενον, οὐ μετρίως ἠγωνίων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi