Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 16

58.8 καθόλου δὲ καὶ τὰς ἀγωγὰς εὐθὺς ἐκ παίδων ἐποιοῦντο τρυφεράς, τήν τʼ ἐσθῆτα μαλακὴν φοροῦντες καθʼ ὑπερβολὴν καὶ χρυσοφοροῦντες, ἔτι δὲ στλεγγίσι καὶ ληκύθοις ἀργυραῖς τε καὶ χρυσαῖς χρώμενοι.
54.2 τριῶν δʼ ὑπερασπιζόντων αὐτὸν εἷς μὲν λόγχῃ πληγεὶς ἔπεσεν, οἱ δὲ δύο κατετραυματίσθησαν. τέλος δὲ τοὺς ἀντιστάντας ὁ Δημήτριος ἐκβιασάμενος καὶ τροπὴν τοῦ δεξιοῦ κέρατος ποιήσας εὐθὺ καὶ τὰς συνεχεῖς φυγεῖν ἠνάγκασεν.
83.1 ἦν δὲ τῶν Ἀκραγαντίνων σχεδὸν πλουσιώτατος κατʼ ἐκεῖνον τὸν χρόνον Τελλίας, ὃς κατὰ τὴν οἰκίαν ξενῶνας ἔχων πλείους πρὸς ταῖς πύλαις ἔταττεν οἰκέτας, οἷς παρηγγελμένον ἦν ἅπαντας τοὺς ξένους καλεῖν ἐπὶ ξενίᾳ. πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἀκραγαντίνων ἐποίουν τὸ παραπλήσιον, ἀρχαϊκῶς καὶ φιλανθρώπως ὁμιλοῦντες· διόπερ καὶ Ἐμπεδοκλῆς λέγει περὶ αὐτῶν, ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι. Empedocles fr. 112 (Diels5)
54.3 Πτολεμαῖος δὲ τὰ μέγιστα τῶν σκαφῶν καὶ τοὺς κρατίστους ἄνδρας ἔχων μεθʼ αὑτοῦ ῥᾳδίως ἐτρέψατο τοὺς καθʼ αὑτὸν τεταγμένους καὶ τῶν νεῶν ἃς μὲν κατέδυσεν, ἃς δὲ αὐτάνδρους εἷλεν. ὑποστρέφων δʼ ἀπὸ τοῦ νικήματος ἤλπιζε καὶ τὰς ἄλλας ῥᾳδίως χειρώσασθαι· θεωρήσας δὲ τό τε εὐώνυμον κέρας τῶν ἰδίων συντετριμμένον καὶ τὰς συνεχεῖς ἁπάσας πρὸς φυγὴν ὡρμημένας, ἔτι δὲ τοὺς περὶ τὸν Δημήτριον μετὰ βάρους ἐπιφερομένους ἀπέπλευσεν εἰς Κίτιον.
83.2 καὶ δή ποτε πεντακοσίων ἱππέων παραγενομένων ἐκ Γέλας χειμερίου περιστάσεως οὔσης, καθάπερ φησὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ βίβλῳ, πάντας αὐτὸς ὑπεδέξατο, καὶ παραχρῆμα πᾶσιν ἱμάτια καὶ χιτῶνας ἔνδοθεν προενέγκας ἔδωκεν.
54.4 Δημήτριος δὲ νικήσας τῇ ναυμαχίᾳ τῷ μὲν Νέωνι καὶ Βουρίχῳ παρέδωκε τὰ στρατιωτικὰ τῶν πλοίων, προστάξας διώκειν καὶ τοὺς ἐν τῇ θαλάττῃ διανηχομένους ἀναλαμβάνειν· αὐτὸς δὲ τὰς ἰδίας ναῦς κοσμήσας τοῖς ἀκροστολίοις καὶ τὰς ἁλούσας ἐφελκόμενος τὸν πλοῦν ἐποιεῖτο πρὸς τὸ στρατόπεδον καὶ τὸν οἰκεῖον λιμένα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi