Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 16

54.2 οὐ μὴν ἀλλὰ τῆς προσηγορίας ταύτης ἄξιόν τι σπεύδων πρᾶξαι ἐπὶ μὲν Ἰτυκαίους ἐστράτευσεν ἀφεστηκότας· ἄφνω δʼ αὐτῶν τῇ πόλει προσπεσὼν καὶ τῶν ἐπὶ τῆς χώρας ἀπειλημμένων πολιτικῶν ζωγρήσας εἰς τριακοσίους τὸ μὲν πρῶτον διδοὺς ἄφεσιν τῶν ἐγκλημάτων ἠξίου παραδιδόναι τὴν πόλιν· οὐ προσεχόντων δὲ τῶν ἔνδον συνεπήγνυε μηχανὴν καὶ κρεμάσας ἐπʼ αὐτῇ τοὺς αἰχμαλώτους προσήγαγε τοῖς τείχεσιν.
60.1 οἱ δὲ Καρχηδόνιοι τὰς δυνάμεις διαβιβάσαντες εἰς τὴν Σικελίαν ἀνέζευξαν ἐπὶ τὴν πόλιν τῶν Ἀκραγαντίνων, καὶ δύο παρεμβολὰς ἐποιήσαντο, μίαν μὲν ἐπί τινων λόφων, ἐφʼ ὧν τούς τε Ἴβηρας καί τινας τῶν Λιβύων ἔταξαν εἰς τετρακισμυρίους· τὴν δʼ ἄλλην οὐκ ἄπωθεν τῆς πόλεως ποιησάμενοι τάφρῳ βαθείᾳ καὶ χάρακι περιέλαβον.
54.3 οἱ δʼ Ἰτυκαῖοι τοὺς μὲν ἠτυχηκότας ἠλέουν, πλείονα δὲ λόγον τῆς τῶν ἁπάντων ἐλευθερίας ἢ τῆς ἐκείνων σωτηρίας ποιούμενοι διέλαβον τὰ τείχη τοῖς στρατιώταις καὶ τὴν πολιορκίαν εὐγενῶς ὑπέμενον.
60.2 καὶ πρῶτον μὲν ἀπέστειλαν πρέσβεις πρὸς τοὺς Ἀκραγαντίνους, ἀξιοῦντες μάλιστα μὲν συμμαχεῖν αὐτοῖς, εἰ δὲ μή γε, ἡσυχίαν ἔχειν καὶ φίλους εἶναι Καρχηδονίοις ἐν εἰρήνῃ μένοντας· οὐ προσδεξαμένων δὲ τῶν ἐν τῇ πόλει τοὺς λόγους, εὐθὺς τὰ τῆς πολιορκίας ἐνηργεῖτο.
80.4 εἶθʼ ὁ μὲν Ἀγαθοκλῆς ἐπιστήσας τῇ μηχανῇ τούς τε ὀξυβελεῖς καὶ σφενδονήτας καὶ τοξότας ἀπὸ ταύτης ἀγωνιζόμενος ἤρχετο τῆς πολιορκίας καὶ ταῖς ψυχαῖς τῶν ἔνδον ὥσπερ καυτήριά τινα προσῆγεν·
60.3 οἱ μὲν οὖν Ἀκραγαντῖνοι τοὺς ἐν ἡλικίᾳ πάντας καθώπλισαν, καὶ καταστήσαντες εἰς τάξιν τοὺς μὲν ἐπὶ τῶν τειχῶν ἔστησαν, τοὺς δὲ ἐφέδρους πρὸς τὰς τῶν καταπονουμένων διαδοχάς. συνεμάχει δʼ αὐτοῖς Δέξιππός τε ὁ Λακεδαιμόνιος προσφάτως ἐκ Γέλας παρὼν μετὰ ξένων χιλίων πεντακοσίων· οὗτος γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον, ὡς Τίμαιός φησιν, ἐν Γέλᾳ διέτριβεν, ἔχων ἀξίωμα διὰ τὴν πατρίδα.
80.5 οἱ δʼ ἐπὶ τῶν τειχῶν ἑστῶτες τὸ μὲν πρῶτον ὤκνουν τοῖς βέλεσι χρήσασθαι, προκειμένων αὐτοῖς σκοπῶν πολιτικῶν ἀνδρῶν, ὧν ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων· ἐπικειμένων δὲ τῶν πολεμίων βαρύτερον ἠναγκάζοντο τοὺς ἐπὶ τῆς μηχανῆς ὄντας ἀμύνεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi