Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 16

62.5 θορύβου δὲ καὶ πολλῆς κραυγῆς ἐπεχούσης τὴν ἐκκλησίαν, παρελθὼν Μένης ὁ Καμαριναῖος ἐφʼ ἡγεμονίας τεταγμένος κατηγόρησε τῶν Ἀκραγαντίνων στρατηγῶν καὶ πάντας οὕτω παρώξυνεν, ὥστε τῶν κατηγορουμένων ἐγχειρούντων ἀπολογεῖσθαι μηδένα προσδέχεσθαι τοὺς λόγους, καὶ τὸ πλῆθος ὁρμῆσαν ἐπὶ τὸ βάλλειν τοῖς λίθοις τέσσαρας αὐτῶν καταλεῦσαι, τὸν δὲ πέμπτον, Ἀργεῖον καλούμενον, τὴν δʼ ἡλικίαν παντελῶς ὄντα νεώτερον, ἀφεθῆναι· βλασφημίας δὲ τυγχάνειν καὶ τὸν Λακεδαιμόνιον Δέξιππον, ὅτι τεταγμένος ἐφʼ ἡγεμονίας καὶ δοκῶν εἶναι τῶν πολεμικῶν ἔργων οὐκ ἄπειρος τοῦτʼ ἔπραξε προδοσίας ἕνεκα.
57.1 τούτου δὲ περὶ ταῦτʼ ὄντος Δεινοκράτης ὁ τῶν φυγάδων ἡγούμενος ἀναλαβὼν τὴν Ἀκραγαντίνων προαίρεσιν καὶ προστάτην αὑτὸν ἀναδείξας τῆς κοινῆς ἐλευθερίας ἐποίησε πολλοὺς ἁπανταχόθεν συνδραμεῖν πρὸς αὐτόν·
88.1 μετὰ δὲ τὴν ἐκκλησίαν οἱ περὶ τὸν Δαφναῖον προαγαγόντες τὰς δυνάμεις ἐπεχείρουν μὲν πολιορκεῖν τὴν παρεμβολὴν τῶν Καρχηδονίων, πολυτελῶς δʼ αὐτὴν ὁρῶντες ὠχυρωμένην ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, τὰς δʼ ὁδοὺς ἱππαζόμενοι τούς τʼ ἐν ταῖς προνομαῖς αὐτῶν κατελάμβανον καὶ τῶν σιτοπομπιῶν ἀποκλείοντες εἰς πολλὴν ἀπορίαν ἦγον.
57.2 οἱ μὲν γὰρ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας, οἱ δὲ διὰ τὸν Ἀγαθοκλέους φόβον προθύμως ὑπήκουον τοῖς παραγγελλομένοις. ἠθροισμένων δʼ αὐτῶν πεζῶν μὲν οὐ πολὺ ἐλάττων δισμυρίων, ἱππέων δὲ χιλίων καὶ πεντακοσίων καὶ πάντων τούτων ἐν φυγαῖς καὶ μελέταις τοῦ πονεῖν συνεχῶς γεγονότων κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ,
88.2 οἱ δὲ Καρχηδόνιοι παρατάττεσθαι μὲν οὐ τολμῶντες, τῇ δὲ σιτοδείᾳ δεινῶς πιεζούμενοι, μεγάλοις ἀτυχήμασι περιέπιπτον. τῶν μὲν γὰρ στρατιωτῶν πολλοὶ διὰ τὴν σπάνιν ἀπέθνησκον, οἱ δὲ Καμπανοὶ μετὰ τῶν ἄλλων μισθοφόρων σχεδὸν ἅπαντες ἐπὶ τὴν Ἰμίλκα σκηνὴν ὠθούμενοι τὰς σιτομετρίας τὰς προτεταγμένας ᾔτουν· εἰ δὲ μή, διηπειλοῦντο μεταβάλλεσθαι πρὸς τοὺς πολεμίους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi