Kitap 16
59.3
ἔπειθʼ ὑπελάμβανον καὶ τοὺς συμμάχους διαμένειν μᾶλλον πλειόνων στρατοπέδων ὄντων ἐν ὑπαίθρῳ τῶν παραβοηθούντων· τὸ δὲ μέγιστον, ἤλπιζον καὶ τοὺς πολεμίους ἀναγκασθήσεσθαι μερίζειν τὰς δυνάμεις καὶ μακρὰν ἀποσπᾶσθαι τῆς Καρχηδόνος. ἅπερ ἅπαντα κατὰ τὴν ἐπίνοιαν αὐτῶν συνετελέσθη·
59.4
τρισμυρίων μὲν γὰρ στρατιωτῶν ἐκ τῆς πόλεως ἐκπεμφθέντων οἱ καταλειπόμενοι ἔμποροι οὐχ οἷον ἱκανὰ πρὸς αὐτάρκειαν εἶχον, ἀλλʼ ἐκ περιουσίας ἐχρῶντο δαψιλέσι πᾶσιν, οἵ τε σύμμαχοι τὸ πρὸ τοῦ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀναγκαζόμενοι προστίθεσθαι τοῖς πολεμίοις τότε πάλιν θαρρήσαντες
60.1
ἀνέτρεχον εἰς τὴν προϋπάρχουσαν φιλίαν. ὁ δʼ Ἀρχάγαθος ὁρῶν διειλημμένην ἅπασαν τὴν Λιβύην πολεμίοις στρατοπέδοις καὶ αὐτὸς διεῖλε τὴν δύναμιν καὶ μέρος μὲν ἐξέπεμψεν εἰς τὴν παραθαλάττιον, τῆς δʼ ἄλλης στρατιᾶς ἣν μὲν Αἰσχρίωνι παραδοὺς ἐξέπεμψεν, ἧς δʼ αὐτὸς ἡγεῖτο, καταλιπὼν τὴν ἱκανὴν φυλακὴν ἐπὶ τοῦ Τύνητος.
60.2
τοσούτων δὲ στρατοπέδων ἐπὶ τῆς χώρας πανταχῇ πλαζομένων καὶ προσδοκωμένης ἔσεσθαι πραγμάτων ὁλοσχεροῦς μεταβολῆς ἅπαντες ἠγωνίων,
60.3
καραδοκοῦντες τὸ τέλος τῶν ἀποβησομένων. Ἄννων μὲν οὖν ἡγούμενος τοῦ κατὰ τὴν μεσόγειον στρατοπέδου θεὶς ἐνέδραν τοῖς περὶ τὸν Αἰσχρίωνα καὶ παραδόξως ἐπιθέμενος ἀνεῖλε πεζοὺς μὲν πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ περὶ διακοσίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός· τῶν δʼ ἄλλων οἱ μὲν ἥλωσαν, οἱ δὲ διεσώθησαν πρὸς Ἀρχάγαθον, ἀπέχοντα σταδίους πεντακοσίους.
60.4
Ἰμίλκων δʼ ἐπὶ τοὺς ἄνω τόπους στρατεύειν ἀποδειχθεὶς τὸ μὲν πρῶτον ἐφήδρευε τῇ πόλει πρὸς τὸν Εὔμαχον, ἐφελκόμενον βαρὺ τὸ στρατόπεδον διὰ τὰς ἐκ τῶν ἁλουσῶν πόλεων ὠφελείας.
60.5
μετὰ δὲ ταῦτα τῶν Ἑλλήνων ἐκταξάντων τὴν δύναμιν καὶ προκαλουμένων εἰς μάχην Ἰμίλκων μέρος μὲν τῆς στρατιᾶς κατέλιπε διεσκευασμένον ἐν τῇ πόλει, διακελευσάμενος, ὅταν αὐτὸς ἀναχωρῇ προσποιούμενος φεύγειν, ἐπεξελθεῖν τοῖς ἐπιδιώκουσιν· αὐτὸς δὲ προαγαγὼν τοὺς ἡμίσεις τῶν στρατιωτῶν καὶ μικρὸν πρὸ τῆς παρεμβολῆς συνάψας μάχην εὐθὺς ἔφευγεν ὡς καταπεπληγμένος.