Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 17

102.1 τούτων δὲ κυρωθέντων, καὶ μελλόντων αὐτῶν ὑπὸ τῶν δημοσίων ἐπὶ τὸν θάνατον ἄγεσθαι, Διομέδων εἷς τῶν στρατηγῶν παρῆλθεν εἰς τὸ μέσον, ἀνὴρ καὶ τὰ περὶ τὸν πόλεμον ἔμπρακτος καὶ δικαιοσύνῃ τε καὶ ταῖς ἄλλαις ἀρεταῖς δοκῶν διαφέρειν.
74.2 οὖσαν δυσπροσόρμιστον καὶ τεναγώδη. τῶν δὲ πλοίων τῶν κομιζόντων τὰ βέλη τὰ μὲν ὑπὸ τοῦ χειμῶνος συγκλυσθέντα διεφθάρη, τὰ δʼ ἐπαλινδρόμησεν εἰς τὴν Γάζαν· τοῖς δὲ κρατίστοις τῶν σκαφῶν βιασάμενοι διέτειναν μέχρι τοῦ Κασίου.
102.2 σιωπησάντων δὲ πάντων εἶπεν· ἄνδρες Ἀθηναῖοι, τὰ μὲν περὶ ἡμῶν κυρωθέντα συνενέγκαι τῇ πόλει· τὰς δὲ ὑπὲρ τῆς νίκης εὐχὰς ἐπειδήπερ ἡ τύχη κεκώλυκεν ἡμᾶς ἀποδοῦναι, καλῶς ἔχον ὑμᾶς φροντίσαι, καὶ τῷ Διὶ τῷ σωτῆρι καὶ Ἀπόλλωνι καὶ ταῖς σεμναῖς θεαῖς ἀπόδοτε· τούτοις γὰρ εὐξάμενοι τοὺς πολεμίους κατεναυμαχήσαμεν.
74.3 τοῦτο δὲ τοῦ μὲν Νείλου διέστηκεν οὐ μακράν, ἀλίμενον δέ ἐστι καὶ κατὰ τὰς χειμερίους περιστάσεις ἀπροσόρμιστον. διόπερ ἠναγκάζοντο τὰς ἀγκύρας ἀφέντες ὡς ἂν ἐν δυσὶ σταδίοις ἀπὸ τῆς γῆς ἀποσαλεύειν, ἅμα πολλοῖς περιεχόμενοι δεινοῖς· τοῦ μὲν γὰρ κλύδωνος ῥηγνυμένου τραχύτερον ἐκινδύνευον αὔτανδρα τὰ σκάφη συγκλυσθῆναι, τῆς δὲ γῆς οὔσης ἀπροσορμίστου καὶ πολεμίας οὔτε ναῦς ἀκινδύνως ἦν προσπλεῖν οὔτε τοὺς ἄνδρας προσνήξασθαι, τὸ δὲ μέγιστον, ἐλελοίπει τὸ εἰς πότον αὐτοῖς ὕδωρ, εἰς τοιαύτην τε σπάνιν κατεκλείσθησαν ὥστε εἰ μίαν ἡμέραν ὁ χειμὼν ἐπέμεινεν,
102.3 ὁ μὲν οὖν Διομέδων ταῦτα διαλεχθεὶς ἐπὶ τὸν κυρωθέντα θάνατον ἀπήγετο μετὰ τῶν ἄλλων στρατηγῶν, τοῖς ἀγαθοῖς τῶν πολιτῶν πολὺν οἶκτον παραστήσας καὶ δάκρυα· τὸν γὰρ ἀδίκως τελευτᾶν μέλλοντα τοῦ μὲν καθʼ αὑτὸν πάθους μηδʼ ἡντινοῦν ποιεῖσθαι μνείαν, ὑπὲρδὲ τῆς ἀδικούσης πόλεως ἀξιοῦν τὰς εὐχὰς ἀποδιδόναι τοῖς θεοῖς, ἐφαίνετʼ ἀνδρὸς εὐσεβοῦς ἔργον καὶ μεγαλοψύχου καὶ τῆς περὶ αὐτὸν τύχης ἀναξίου.
74.4 πάντες ἂν τῷ δίψει διεφθάρησαν. ἐν ἀθυμίᾳ δʼ ὄντων ἁπάντων καὶ προσδοκωμένης ἤδη τῆς ἀπωλείας τὸ μὲν πνεῦμα κατέπαυσεν, ἡ δὲ μετʼ Ἀντιγόνου δύναμις καταντήσασα πλησίον τοῦ στόλου κατεστρατοπέδευσεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi