Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

105.3 Ἀλκιβιάδου δὲ πρὸς αὐτοὺς ἐλθόντος καὶ λέγοντος, ὅτι Μήδοκος καὶ Σεύθης οἱ τῶν Θρᾳκῶν βασιλεῖς εἰσιν αὐτῷ φίλοι, καὶ δύναμιν πολλὴν ὡμολόγησαν δώσειν, ἐὰν βούληται διαπολεμεῖν τοῖς Λακεδαιμονίοις· διόπερ αὐτοὺς ἠξίου μεταδοῦναι τῆς ἡγεμονίας, ἐπαγγελλόμενος αὐτοῖς δυεῖν θάτερον, ἢ ναυμαχεῖν τοὺς πολεμίους ἀναγκάσειν ἢ πεζῇ μετὰ Θρᾳκῶν πρὸς αὐτοὺς διαγωνιεῖσθαι.
111.6 πρὸς δὲ τὴν δυστραπέλειαν ταύτην ἐπινοήσας τι φιλοτέχνημα προσέταξεν Ἰολάῳ λαμπάδι καομένῃ τὸ ἀποτμηθὲν μέρος ἐπικάειν, ἵνα τὴν ῥύσιν ἐπίσχῃ τοῦ αἵματος. οὕτως οὖν χειρωσάμενος τὸ ζῷον εἰς τὴν χολὴν ἀπέβαπτε τὰς ἀκίδας, ἵνα τὸ βληθὲν βέλος ἔχῃ τὴν ἐκ τῆς ἀκίδος πληγὴν ἀνίατον.
105.4 ταῦτα δὲ ὁ Ἀλκιβιάδης ἔπραττεν ἐπιθυμῶν διʼ ἑαυτοῦ τῇ πατρίδι μέγα τι κατεργάσασθαι καὶ διὰ τῶν εὐεργεσιῶν τὸν δῆμον ἀποκαταστῆσαι εἰς τὴν ἀρχαίαν εὔνοιαν. οἱ δὲ τῶν Ἀθηναίων στρατηγοί, νομίσαντες τῶν μὲν ἐλαττωμάτων ἑαυτοῖς τὴν μέμψιν ἀκολουθήσειν, τὰ δʼ ἐπιτεύγματα προσάψειν ἅπαντας Ἀλκιβιάδῃ, ταχέως αὐτὸν ἐκέλευσαν ἀπιέναι καὶ μηκέτι προσεγγίζειν τῷ στρατοπέδῳ.
12.1 τρίτον δὲ πρόσταγμα ἔλαβεν ἐνεγκεῖν τὸν Ἐρυμάνθιον κάπρον ζῶντα, ὃς διέτριβεν ἐν τῇ Λαμπείᾳ τῆς Ἀρκαδίας. ἐδόκει δὲ τὸ πρόσταγμα τοῦτο πολλὴν ἔχειν δυσχέρειαν· ἔδει γὰρ τὸν ἀγωνιζόμενον τοιούτῳ θηρίῳ τοσαύτην ἔχειν περιουσίαν ὥστε ἐπʼ αὐτῆς τῆς μάχης ἀκριβῶς στοχάσασθαι τοῦ καιροῦ. ἔτι μὲν γὰρ ἰσχύοντα ἀφεὶς αὐτὸν ἀπὸ τῶν ὀδόντων ἂν ἐκινδύνευσε, πλέον δὲ τοῦ δέοντος καταπολεμήσας ἀπέκτεινεν, ὥστε τὸν ἆθλον ὑπάρχειν ἀσυντέλεστον.
5.1 ἐπεὶ δʼ οἱ μὲν πολέμιοι ναυμαχεῖν οὐκ ἤθελον, τὸ δὲ στρατόπεδον σιτοδεία κατεῖχε, Φιλοκλῆς ἐκείνην τὴν ἡμέραν ἀφηγούμενος τοῖς μὲν ἄλλοις τριηράρχοις προσέταξε πληρώσαντας τὰς τριήρεις ἀκολουθεῖν, αὐτὸς δʼ ἑτοίμας ἔχων ναῦς τριάκοντα τάχιον ἐξέπλευσεν.
12.2 ὅμως δὲ κατὰ τὴν μάχην ταμιευσάμενος ἀκριβῶς τὴν συμμετρίαν ἀπήνεγκε τὸν κάπρον ζῶντα πρὸς Εὐρυσθέα· ὃν ἰδὼν ὁ βασιλεὺς ἐπὶ τῶν ὤμων φέροντα, καὶ φοβηθείς, ἔκρυψεν ἑαυτὸν εἰς χαλκοῦν πίθον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi