Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

113.3 τελέσας δὲ καὶ τοῦτον τὸν ἆθλον ἔλαβε παρʼ Εὐρυσθέως πρόσταγμα τὴν αὐλὴν τὴν Αὐγέου καθᾶραι μηδενὸς βοηθοῦντος· αὕτη δʼ ἐκ πολλῶν χρόνων ἠθροισμένην κόπρον εἶχεν ἄπλατον, ἣν ὕβρεως ἕνεκεν Εὐρυσθεὺς προσέταξε καθᾶραι. ὁ δʼ Ἡρακλῆς τὸ μὲν τοῖς ὤμοις ἐξενεγκεῖν ταύτην ἀπεδοκίμασεν, ἐκκλίνων τὴν ἐκ τῆς ὕβρεως αἰσχύνην· ἐπαγαγὼν δὲ τὸν Ἀλφειὸν καλούμενον ποταμὸν ἐπὶ τὴν αὐλήν, καὶ διὰ τοῦ ῥεύματος ἐκκαθάρας αὐτήν, χωρὶς ὕβρεως συνετέλεσε τὸν ἆθλον ἐν ἡμέρᾳ μιᾷ. διὸ καὶ θαυμάσαι τις ἂν τὴν ἐπίνοιαν· τὸ γὰρ ὑπερήφανον τοῦ προστάγματος χωρὶς αἰσχύνης ἐπετέλεσεν, οὐδὲν ὑπομείνας ἀνάξιον τῆς ἀθανασίας.
87.1 Ἀθηναῖοι δὲ τὴν τῶν δυνάμεων φθορὰν ἀκούσαντες τοῦ μὲν ἀντέχεσθαι τῆς θαλάττης ἀπέστησαν, περὶ δὲ τὴν τῶν τειχῶν κατασκευὴν ἐγίνοντο καὶ τοὺς λιμένας ἀπεχώννυον, ἐλπίζοντες, ὅπερ ἦν εἰκός, εἰς πολιορκίαν καταστήσεσθαι.
113.4 μετὰ δὲ ταῦτα λαβὼν ἆθλον τὸν ἐκ Κρήτης ταῦρον ἀγαγεῖν, οὗ Πασιφάην ἐρασθῆναί φασι, πλεύσας εἰς τὴν νῆσον, καὶ Μίνω τὸν βασιλέα συνεργὸν λαβών, ἤγαγεν αὐτὸν εἰς Πελοπόννησον, τὸ τηλικοῦτον πέλαγος ἐπʼ αὐτῷ ναυστοληθείς.
87.2 εὐθὺ γὰρ οἱ μὲν τῶν Λακεδαιμονίων βασιλεῖς Ἆγις καὶ Παυσανίας μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἀττικὴν πρὸς τοῖς τείχεσιν ἐστρατοπέδευον, Λύσανδρος δὲ πλέον ἢ διακοσίαις τριήρεσιν εἰς τὸν Πειραιέα κατέπλευσεν. οἱ δʼ Ἀθηναῖοι τηλικούτοις περιεχόμενοι κακοῖς ὅμως ἀντεῖχον, καὶ ῥᾳδίως τὴν πόλιν παρεφύλαττον ἐπί τινα χρόνον.
114.1 τελέσας δὲ τοῦτον τὸν ἆθλον τὸν Ὀλυμπικὸν ἀγῶνα συνεστήσατο, κάλλιστον τῶν τόπων πρὸς τηλικαύτην πανήγυριν προκρίνας τὸ παρὰ τὸν Ἀλφειὸν ποταμὸν πεδίον, ἐν ᾧ τὸν ἀγῶνα τοῦτον τῷ Διὶ τῷ πατρίῳ καθιέρωσε. στεφανίτην δʼ αὐτὸν ἐποίησεν, ὅτι καὶ αὐτὸς εὐηργέτησε τὸ γένος τῶν ἀνθρώπων οὐδένα λαβὼν μισθόν.
87.3 τοῖς δὲ Πελοποννησίοις ἔδοξεν, ἐπείπερ δυσχερὴς ἦν ἡ πολιορκία, τὰς μὲν δυνάμεις ἀπαγαγεῖν ἐκ τῆς Ἀττικῆς, ταῖς δὲ ναυσὶ μακρὰν ἐφεδρεύειν, ὅπως αὐτοῖς μὴ παρακομισθῇ σῖτος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi