Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

12.7 ἑκάστη δὲ τῶν στεγῶν εἶχε δύο κλίμακας πλατείας, ὧν τῇ μὲν πρὸς τὴν ἀνακομιδὴν τῶν χρησίμων, τῇ δὲ πρὸς τὴν κατάβασιν ἐχρῶντο πρὸς τὸ χωρὶς θορύβου πᾶν ὑπηρετεῖσθαι. οἱ δὲ μέλλοντες κινήσειν τὴν μηχανὴν ἐξελέχθησαν ἐξ ἁπάσης τῆς δυνάμεως οἱ ταῖς ῥώμαις διαφέροντες ἄνδρες τρισχίλιοι καὶ τετρακόσιοι·
arg. ὡς Κῦρος στρατεύσας ἐπὶ τὸν ἀδελφὸν ἀνῃρέθη.
12.8 τούτων δʼ οἱ μὲν ἐντὸς ἀποληφθέντες, οἱ δʼ ἐκ τῶν ὄπισθεν μερῶν παριστάμενοι προεώθουν, πολλὰ τῆς τέχνης συνεργούσης εἰς τὴν κίνησιν. κατεσκεύασε δὲ καὶ χελώνας τὰς μὲν χωστρίδας, τὰς δὲ κριοφορους καὶ στοὰς διʼ ὧν ἔμελλον οἱ τοῖς ἔργοις προσιόντες ἐλεύσεσθαι καὶ πάλιν ἐπιστρέψειν ἀσφαλῶς. τοῖς δʼ ἐκ τῶν νεῶν πληρώμασιν ἀνεκάθαρε τὸν τόπον ἐπὶ σταδίους τέτταρας, διʼ ὧν ἔμελλεν προσάξειν τὰς κατασκευασθείσας μηχανάς, ὥστε γίνεσθαι τὸ ἔργον ἐπὶ μῆκος μεσοπυργίων ἓξ καὶ πύργων ἑπτά. τὸ δʼ ἠθροισμένον πλῆθος τῶν τεχνιτῶν καὶ τῶν τοῖς ἔργοις προσιόντων οὐ πολὺ ἐλείπετο τῶν τρισμυρίων.
arg. ὡς Λακεδαιμόνιοι τοῖς κατὰ τὴν Ἀσίαν Ἕλλησιν ἐβοήθησαν.
112.1 διόπερ τῇ πολυχειρίᾳ τάχιον τῆς προσδοκίας ἁπάντων ἐπιτελουμένων φοβερὸς ἦν ὁ Δημήτριος τοῖς Ῥοδίοις. οὐ μόνον γὰρ τὰ μεγέθη τῶν μηχανῶν καὶ τὸ πλῆθος τῆς ἠθροισμένης δυνάμεως ἐξέπληττεν αὐτούς, ἀλλὰ καὶ τὸ τοῦ βασιλέως βίαιον καὶ φιλότεχνον ἐν ταῖς πολιορκίαις.
arg. κτίσις Ἀδρανοῦ κατὰ τὴν Σικελίαν, καὶ Σωκράτους τοῦ φιλοσόφου θάνατος.
112.2 εὐμήχανος γὰρ ὢν καθʼ ὑπερβολὴν ἐν ταῖς ἐπινοίαις καὶ πολλὰ παρὰ τὴν τῶν ἀρχιτεκτόνων τέχνην παρευρίσκων ὠνομάσθη μὲν πολιορκητής, τὴν δʼ ἐν ταῖς προσβολαῖς ὑπεροχὴν καὶ βίαν τοιαύτην εἶχεν ὥστε δόξαι μηδὲν οὕτως ὀχυρὸν εἶναι τεῖχος ὃ δύναιτʼ ἂν τὴν ἀπʼ ἐκείνου τοῖς πολιορκουμένοις ἀσφάλειαν παρέχεσθαι.
arg. κατασκευὴ τοῦ περὶ τὴν Χερρόνησον τείχους.
112.3 ἦν δὲ καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὸ κάλλος ἡρωικὸν ἀποφαίνων ἀξίωμα, ὥστε καὶ τοὺς ἀφικνουμένους τῶν ξένων θεωροῦντας εὐπρέπειαν κεκοσμημένην ὑπεροχῇ βασιλικῇ θαυμάζειν καὶ παρακολουθεῖν ἐν ταῖς ἐξόδοις ἕνεκεν τῆς θέας.
arg. παρασκευὴ Διονυσίου πρὸς τὸν Καρχηδονιακὸν πόλεμον καὶ ὁπλοποιία, καθʼ ἣν εὗρε τὸ καταπελτικὸν βέλος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi