Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

46.3 διόπερ καὶ τότε τὰς ἐλπίδας ἔχοντος ἐν τούτοις Ἀλκέτου τῶν ἐλπίδων αὐτὸν οὐ διεψεύσαντο. τοῦ γὰρ Ἀντιγόνου μετὰ πάσης τῆς δυνάμεως πλησίον τῆς Τερμησσοῦ καταστρατοπεδεύσαντος καὶ τὸν Ἀλκέταν ἐξαιτοῦντος, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευόντων ἐκδοῦναι συστραφέντες οἱ νεώτεροι πρὸς τοὺς γονεῖς διαστάντες ἐψηφίσαντο πᾶν ὑπομένειν δεινὸν ἕνεκα τῆς τούτου σωτηρίας.
46.4 οἱ δὲ πρεσβύτεροι τὸ μὲν πρῶτον πείθειν ἐπεχείρουν τοὺς νέους μὴ διʼ ἕνα Μακεδόνα περιιδεῖν τὴν πατρίδα γινομένην δοριάλωτον· ἐπεὶ δʼ ἀμετάθετον αὐτῶν τὴν ὁρμὴν ἑώρων, λάθρᾳ συμφρονήσαντες ἐξέπεμψαν νυκτὸς πρεσβείαν πρὸς Ἀντίγονον, ἐπαγγελλόμενοι τὸν Ἀλκέταν ἢ ζῶντα παραδώσειν ἢ τετελευτηκότα.
46.5 ἠξίουν δʼ αὐτὸν ἐφʼ ἡμέρας τινὰς προσβάλλοντα τῇ πόλει καὶ διʼ ἀκροβολισμῶν ἐλαφρῶν προαγόμενον τοὺς ἐκ τῆς πόλεως ὑποχωρεῖν ὡς φεύγοντα· τούτου γὰρ γενομένου καὶ τῶν νεωτέρων περὶ τὴν μάχην ἐκτὸς τῆς πόλεως ἀσχολουμένων λήψεσθαι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς.
46.6 ὁ δʼ Ἀντίγονος πεισθεὶς ὑπʼ αὐτῶν καὶ μακρὰν τῆς πόλεως μεταστρατοπεδεύσας διὰ τῶν ἀκροβολισμῶν προεσπᾶτο τοὺς νέους εἰς τὸν ἐκτὸς τῆς πόλεως ἀγῶνα.
46.7 οἱ δὲ πρεσβύτεροι μεμονωμένον ὁρῶντες τὸν Ἀλκέταν καὶ τῶν τε δούλων τοὺς πιστοτάτους καὶ τῶν ἀκμαζόντων πολιτῶν ἐπιλέξαντες τοὺς μὴ συστρατευομένους τῷ Ἀλκέτᾳ τὴν ἐπίθεσιν ἐποιήσαντο κατὰ τὴν ἀπουσίαν τῶν νέων. ζωγρῆσαι μὲν οὖν αὐτὸν οὐ κατίσχυσαν ʽἔφθασε γὰρ αὑτὸν διαχειρισάμενος, ὅπως μὴ ζῶν ὑποχείριος γένηται τοῖς πολεμίοισʼ, τὸ δὲ σῶμα αὐτοῦ θέντες ἐπὶ κλινίδιον καὶ συγκατακαλύψαντες εὐτελεῖ τρίβωνι κατὰ τὰς πύλας ἐξήνεγκαν καὶ λαθόντες τοὺς ἀκροβολιζομένους παρέδωκαν Ἀντιγόνῳ.
47.1 διὰ δὲ τῆς ἰδίας ἐπινοίας ἐκ τῶν κινδύνων ἐξελόμενοι τὴν πατρίδα τὸν μὲν πόλεμον ἀπεστρέψαντο, τὴν δὲ πρὸς τοὺς νέους ἀλλοτριότητα φυγεῖν οὐ κατίσχυσαν· οὗτοι γὰρ ἀπὸ τῆς μάχης ἐπανελθόντες καὶ τὸ πεπραγμένον ἀκούσαντες πρὸς τοὺς ἰδίους ἀπηγριώθησαν διὰ τὴν πρὸς Ἀλκέταν ὑπερβολὴν τῆς εὐνοίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi